
Ἅγιος Γρηγόριος ὁ Θεολόγος Λόγος εἰς τὰ Θεοφάνεια
Πρωτότυπον: ΛΟΓΟΣ ΛΗ´. Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος. Gregorius
Α´. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾿ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε,
Διαβάστε Περισσότερα [...]