Αυγ 31

Λόγος ιγ ΄ Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον ταύτης τῆς ἀναστάσεως.

Ἀδελφοί και πατέρες, ἤδη τό Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καί θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατά περίοδον τοῦ χρόνου παραγινομένης ἀεί μᾶλλον δέ καθ᾿ ἑκάστην καί ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τό μυστήριον ταύτης, χαρᾶς καί ἀγαλλιάσεως ἀφάτου ἐπλήρωσε τάς καρδίας ἡμῶν, λύσασα ἐπί τό αὐτό τῆς πανσέπτου νηστείας τόν κόπον ἤ μᾶλλον εἰπεῖν, τελειώσασα καί ἅμα παρακαλέσασα ἡμῶν τάς ψυχάς, διό καί πρός ἀνάπαυσιν καί εὐχαριστίαν πάντας ὁμοῦ τούς πιστούς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος ιζ΄Περί θεωρίας καί ἀποκαλύψεως και πεφωτισμένης εὐχῆς. Καί ὅπως ὁ ὑπό τῆς ἀγάπης κατασχεθείς τοῦ Θεοῦ καί εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπό τοῦ Πνεύματος τοῦ Ἁγίου.

Ἀδελφοί καί πατέρες, πολλή ἡ συγκατάβασις καί ἡ φιλανθρωπία Θεοῦ πρός ἀνθρώπους. Διό καί ἐκπληττόμενος εἰς τήν τοῦ Θεοῦ ἄφατον ἀγαθότητα, οὕτω πως καταπληκτικόν ἀνακράζω· “Ὤ θαύματος ἔκπληξις καί ἐντολῶν Θεοῦ δύναμις, οἵους ἀπεργάζονται τούς ποιοῦντας καί φυλάσσοντας αὐτάς! “ Ἀρχήν γάρ ποτε βαλών ἐν αὐταῖς, μικρόν ἀνανήψας ἐκ βάθους κακῶν καί σκοτώσεως, φόβῳ μέν συνειχόμην τοῖς κακοῖς μου σφιγγόμενος, ἀγάπη δέ ὡς ἀληθῶς καί τοῦ καλοῦ με ἡ ἔφεσις πρός αὐτό τό πλεῖστον ἐπέστρεφεν. Ὅλον δέ ἦν τό τελούμενον φυγή κακῶν, Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος κα΄ Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν.

Ἀδελφοί καί πατέρες, εὔχομαι τῷ ἐλεήσαντί με Θεῷ τά ὑπέρ τῆς σωτηρίας πάντων οἰκονομηθῆναι καί τάς ψυχάς ἡμῶν διευθετηθῆναι πρός τόν ἐκεῖθε βίον καλῶς, ὅπου προλαβόντες ἡμᾶς ἀδελφοί καί γονεῖς ἀναμένουσιν, ὅπου ὁ τρισόλβιος καί μακάριος ἡμῶν ἀδελφός ὁ κῦρις μετῆλθεν Ἀντώνιος, καλῶς καί ὁσίως ἐνταῦθα πολετευσάμενος, μετανοήσας γνησίως, ἐξαγορεύσας ἐμπόνως ἅπερ ὀλίγοι τῶν μοναχῶν λογίζονται ἁμαρτήματα. Καθαρός γάρ τυγχάνων καί τήν καρδίαν καθαράν κεκτημένος ἀπό τῶν ἐμπαθῶν λογισμῶν, τά μικρά - ὡς δοκῶ καί παντελῶς Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος κε΄ Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν.

Ἀδελφοί καί πατέρες, ὀφείλει ὁ μοναχός μή μόνον τάς ἐν τῇ ψυχῇ γινομένας ἀλλοιώσεις καί μεταβολάς ἐπίστασθαι καί νοεῖν, ἀλλά καί τάς αἰτίας αὐτῶν, ὁποῖαί ποτ᾿ ἄν ὦσι καί πόθεν ἐν αὐτῷ συμβαίνουσι γίνεσθαι. Ποτέ μέν γάρ αἰφνίδιος γίνεται χαρά τῇ ψυχῇ, ποτέ δέ λύπη ταύτῃ ὡσαύτως ἐπέρχεται καί βάρος σφοδρόν. Καί ποτέ μέν εὐκατάνυκτος γίνεται, ποτέ δέ σκληραίνεται ἡ αὐτή καί ὡς λίθος πεπώρωται. Ἄλλοτε πάλιν πραεῖα καί ταπεινή γίνεται καί μετά μικρόν μετέωρος καί θυμώδης καί λυσσῶσα πρός πάντας τούς ἀδελφούς. Καί ποτέ μέν χαύνη Διαβάστε Περισσότερα [...]
Αυγ 30

Λόγος λστ΄ Τοῦ ἁγίου καί μεγάλου πατρός ἡμῶν Συμεών τοῦ Νέου. Εὐχαριστία πρός Θεόν περί τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτόν παρ᾿ αὐτοῦ. Ἐν ᾗ καί περί εὐχῆς πνευματικῆς καί τῆς ἐν ταύτῃ προκοπῆς.

.   Εὐχαριστῶ σοι, Δέσποτα, Κύριε οὐρανοῦ καί γῆς, ὁ ἐκ μή ὄντος εἰς τό εἶναι πρό καταβολῆς κόσμου γενέσθαι με προορίσας. Εὐχαριστῶ σοι, ὅτι πρό τοῦ φθάσαι τήν ἡμέραν καί ὥραν, ἐν ᾗ ἐκέλευσας παραχθῆναί με, αὐτός ὁ μόνος ἀθάνατος, ὁ μόνος παντοδύναμος, ὁ μόνος ἀγαθός καί φιλάνθρωπος, κετελθών ἐξ ὕψους ἁγίου σου, τῶν κόλπων τῶν πατρικῶν μή ἐκστάς καί ἐκ τῆς ἁγίας Παρθένου Μαρίας σαρκωθείς καί γεννηθείς, προανέπλασας καί προεζώωσας καί τοῦ προπατορικοῦ με πτώματος ἠλευθέρωσας καί τήν εἰς οὐρανούς ἄνοδον προηυτρέπισας. Εἶτα Διαβάστε Περισσότερα [...]