Αυγ 30

Διάλογος Σχολαστικού προς Συμεών τον Νέον Θεολόγον

1.Ἐρ: Τί ἦν ἐν τῷ κόσμῳ πρό τοῦ τόν κόσμον γενέσθαι; Ἀπ: Θεός, ὁ τόν κόσμον ποιήσας. 2.Ἐρ: Μήπω ὄντος τοῦ κόσμου, πῶς ἦν ἐν τῷ κόσμῳ; Ἀπ: Ὅτι, καί πρό τοῦ γενέσθαι, ἐν τῷ Θεῷ πάντως ὡς γεγονώς ἦν ὁ κόσμος καθό καί οἱ μήπω παραχθέντες ἄνθρωποι ἐν τῷ κόσμῳ, ὡς ἤδη γεγεννημένοι εἰσί παρά τῷ Θεῷ. Συνέστηκε γάρ ἐν αὐτῷ τά πάντα, καί τά μήπω κτισθέντα, εἰ καί μή καταλαμβάνονται παρ᾿ ἡμῶν. 3.Ἐρ: Εἰ οὖν, ὡς λέγεις, ἐν τῷ κόσμῳ ἦν ὁ Θεός πρό τοῦ τόν κόσμον γενέσθαι παρ᾿ αὐτοῦ, τί γέγονεν ὁ Θεός ὅτε τόν κόσμον τοῦτον παρήγαγεν; Ἆρα διέστη Διαβάστε Περισσότερα [...]
Αυγ 30

Θεολογικός 2ος – Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.

Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ᾿ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· "Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό". Τοίνυν καί ὁ γενέσθαι τοιοῦτος ἀξιωθείς ἀπό τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καί οἱονεί ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τήν περί Θεοῦ ἔννοιαν ἔχειν διά παντός ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται Διαβάστε Περισσότερα [...]
Αυγ 30

Θεολογικός 3ος – Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.

Ἀεί μέν ὁ Θεός ὑμνούμενός τε καί παρ᾿ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱός τοῦ Πατρός, τό συναΐδιον καί ὁμοούσιον τοῦ Πατρός καί τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καί δόξα καί συμφυΐα, ἡ ὁμοούσιος Τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καί τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχή καί ὑποστατική καί δημιουργός δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καί παντοκρατορική κυριότης καί βασιλεία, εἷς Θεός καί ἔστι καί λέγεται, ὅς ποτέ μέν μονάς θεωρούμενός τε καί πιστευόμενος μοναδικῶς παρ᾿ ἡμῶν καί λατρεύεται, Διαβάστε Περισσότερα [...]
Αυγ 30

Kεφάλαια πρακτικά καί θεολογικά ρ΄.

α’. Θεός τοῖς μέν σωματικῶς ὁρῶσιν οὐδαμοῦ ἐστιν, ἀόρατος γάρ, τοῖς δέ πνευματικῶς νοοῦσι πανταχοῦ ἐστι, πάρεστι γάρ ἐν γάρ τῷ παντί καί ἐκτός τοῦ παντός ἐστιν, ἐν τούτῳ καί ἐγγύς ἐστι τοῖς φοβουμένοις αὐτόν καί μακράν ἀπό ἁμαρτωλῶν ἡ σωτηρία αὐτοῦ. β΄. Μνήμη Χριστοῦ φωτίζει τόν νοῦν καί δαίμονας ἐκδιώκει τό δέ φῶς τῆς Ἁγίας Τριάδος φαῖνον ἐν καθαρᾷ καρδίᾳ παντός ἀφιστᾷ τοῦ κόσμου καί τόν μέτοχον αὐτοῦ ἀπ᾿ ἐντεῦθεν ἤδη ἐμφορεῖσθαι ποιεῖ τῆς μελλούσης δόξης, καθόσον ἀνθρώπῳ χωρητόν τῷ ὑπό τῆς ἄνωθεν χάριτος Διαβάστε Περισσότερα [...]