
ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ
ΛΟΓΟΣ ΤΡΙΑΚΟΣΤΟΣ
Περὶ ἀγάπης, ἐλπίδος καὶ πίστεως
Περὶ τοῦ συνδέσμου τῆς ἐναρέτου τριάδος ἐν ἀρεταῖς.
1. (1153.) Νυνὶ δὲ λοιπὸν, μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα, τὰ τὸν σύνδεσμον πάντων (1156.) ἐπισφίγγοντα καὶ κρατοῦντα, πίστις, ἐλπὶς, ἀγάπη. Μείζων δὲ πάντων ἡ ἀγάπη· Θεὸς γὰρ ὀνομάζεται. 2. Πλὴν ἔγωγε τὴν μὲν ἀκτῖνα ὁρῶ, τὴν δὲ φῶς, τὴν δὲ κύκλον· πάντα δὲ ἒν ἀπαύγασμα καὶ μίαν λαμπρότητα. 3. Ἡ μὲν γὰρ πάντα δύναται καὶ ποιεῖν, καὶ δημιουργεῖν·
Διαβάστε Περισσότερα [...]