
Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς.
Οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον.
Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων
Διαβάστε Περισσότερα [...]