
Ύμνοι Όρθρου Αγίας Αικατερίνης της ΜεγαλομάρτυροςἘξαποστειλάριον ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Παρθενομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ θεία νύμφη, Αἰκατερίνα πάνσοφε, ἀγλαόμορφε κόρη, ἀνευφημοῦμέν σε πίστει, καὶ τὴν θείαν σου μνήμην, τελοῦμεν σὺ γὰρ ἔσβεσας, πλάνην πᾶσαν εἰδώλων, ῥητορικῆς καθελοῦσα πᾶσαν ἐρεσχελίαν, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, καὶ εἰρήνης τοῦ κόσμου.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.... Μαρτύρων τὸ ἀγλάϊσμα, παρθένων σεμνοπρέπεια, νύμφη Χριστοῦ σεμνοτάτη, Αἰκατερίνα πάνσοφε, σορῷ τῇ τῶν λειψάνων σου, ταῖς ἱεραῖς
Διαβάστε Περισσότερα [...]