Ύμνοι Όρθρου Αγίας Αικατερίνης της ΜεγαλομάρτυροςἘξαποστειλάριον ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν. Παρθενομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ θεία νύμφη, Αἰκατερίνα πάνσοφε, ἀγλαόμορφε κόρη, ἀνευφημοῦμέν σε πίστει, καὶ τὴν θείαν σου μνήμην, τελοῦμεν σὺ γὰρ ἔσβεσας, πλάνην πᾶσαν εἰδώλων, ῥητορικῆς καθελοῦσα πᾶσαν ἐρεσχελίαν, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, καὶ εἰρήνης τοῦ κόσμου.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε…. Μαρτύρων τὸ ἀγλάϊσμα, παρθένων σεμνοπρέπεια, νύμφη Χριστοῦ σεμνοτάτη, Αἰκατερίνα πάνσοφε, σορῷ τῇ τῶν λειψάνων σου, ταῖς ἱεραῖς πρεσβείαις σου, τοῖς προσιοῦσι δώρησαι, ἡμῖν ἅπασι τὰς ἰάσεις, ἡ πρὸς Θεὸν ἀναπτᾶσα, σὺν τῇ κλεινῇ Σεβαστῇ τε καὶ Μερκουρίῳ.
Εἰς τοὺς Αἴνους. Ἦχος δ’ Ἔδωκας σημείωσιν. Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.
Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Κόσμον κατεφρόνησας, Αἰκατερίνα ἀοίδιμε, καὶ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων βαστάσασα, τὸν Σταυρὸν τρισμάκαρ, ᾧ τὴν τοῦ βελίαρ κάραν συνέτριψες στεῤῥῶς, διὸ συμφώνως πάντες κραυγάζομεν· πρεσβευτὰ ἐτοιμώτατε, ἱλασμὸν ἡμῖν δώρησαι, τοῖς τιμῶσι τὴν μνήμην σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Ἦχος β΄. Σήμερον τῷ Χριστῷ προσηνέχθη, τὸ πνεῦμα τῆς ἐνδόξου Ἀθληφόρου καὶ Παρθενομάρτυρος Αἰκατερίνης, ὡς νύμφη καθαρωτάτη τῷ ἀθανάτῳ Νυμφίῳ, καὶ εἰς φωτεινοὺς εἰσοκίζεται θαλάμους, καὶ τὸ ἐστεμμένον ἀθλητικὸν σῶμά της, κατάστικτον ταῖς μόλοψιν, αἱμοσταγὲς καὶ τετραυματισμένον, οὔτε τῇ γῇ, οὐδὲ εἰς χεῖρας ἀνθρώπων παραδίδοται, ἀλλὰ φωτεινῶν καὶ ἀΰλων Ἀγγέλων, οἳτινες λαβόντες αὐτό, εἰς τὸ θεοδόξαστον ὄρος Σινᾶ μετεκόμισαν, πρὸς προστασίαν τῶν πιστῶν καὶ ἴασιν καὶ σωτηρίαν, τῶν προστρεχόντων τῇ σορῷ τῶν λειψάνων αὐτῆς.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Ἦχος β’. Λέοντος Μαΐστορος Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν. Μεγαλυνάριον. Ἔχει τὸ σὸν πνεῦμα ὁ οὐρανός, γῆδε σοῦ τὸ σῶμα, ἐν Μονῇ τοῦ ὄρους Σινᾶ, αἷμα μαρτυρίου, ἡ Ἀλεξάνδρου πόλις, σοφὴ Αἰκατερίνα, ὑπὲρ ἡμῶν πρέσβευε.
_________________
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Δείτε περισσότερα