ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ – ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΔΕΥΤΕΡΟΣ Περὶ ὑπερηφανείας

55508-122135936_Coveney-Hikers

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ – ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ

ΛΟΓΟΣ ΕΙΚΟΣΤΟΣ ΔΕΥΤΕΡΟΣ

Περὶ ὑπερηφανείας

Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας,
ἐν ᾧ καὶ περὶ ἀκαθάρτων λογισμῶν τῆς βλασφημίας.

1. (965.) Ὑπερηφανία ἐστὶ Θεοῦ ἄρνησις, δαιμόνων εὕρημα, ἐξουδένωσις ἀνθρώπων, κατακρίσεως μήτηρ, ἐπαίνων ἀπόγονος, ἀκαρπίας τεκμήριον, βοηθείας Θεοῦ φυγαδευτήριον, ἐκστάσεως πρόδρομος, πτωμάτων πρόξενος, ἐπιληψίας ὑπόθεσις, θυμοῦ πηγὴ, ὑποκρίσεως θύρα, δαιμόνων στήριγμα, ἁμαρτημάτων φύλαξ, ἀσπλαγχνίας πρόξενος, συμπαθείας ἄγνοια, λογοθέτης πικρὸς, δικαστὴς ἀπάνθρωπος, Θεοῦ ἀντίπαλος, βλασφημίας ῥίζα, ἀρχὴ ὑπερηφανίας,
2. τέλος κενοδοξίας· μεσότης δὲ ἐξουδένωσις τοῦ πλησίον, πόνων ἰδίων ἀναιδὴς ἐκπόμπευσις, ἔπαινος ἐν καρδίᾳ, ἐλέγχου μῖσος· τέλος ἄρνησις Θεοῦ βοηθείας, καὶ οἰκείας σπουδῆς ἔπαρσις. δαιμονιῶδες ἦθος.
3. Ἀκούσωμεν πάντες οἱ τὸν βόθρον ἐκφυγεῖν βουλόμενοι, ἐξ εὐχαριστίας πολλάκις τὸ πάθος τὴν νομὴν φιλεῖ προσλαμβάνεσθαι· ἀναιδῶν γὰρ ἐκ προοιμίων Θεὸν ἀρνεῖσθαι οὐχ ὑποτίθεται. Εἶδον εὐχαριστοῦντας τῷ Θεῷ στόματι, καὶ μεγαλαυχοῦντας τῷ φρονήματι· καὶ μαρτυρεῖ τοῦτο σοφῶς ὁ Φαρισαῖος ἐκεῖνος εἰρηκώς· Ὁ Θεὸς, εὐχαριστῶ σοι.
4. Ὅπου πτῶμα κατέλαβεν, ἐκεῖ ὑπερηφανία προεσκήνωσε· μηνυτὴς γὰρ τοῦ προτέρου τὸ δεύτερον.
5. Ὑπόθου μοι εἶναι δώδεκα πάθη τῆς ἀτιμίας. Τινὸς τετιμημένου ἀκήκοα φήσαντος· Ἐὰν ἓν τούτων (λέγω δὴ τὴν οἴησιν) ἀγαπήσης θελήματι, ἐκεῖνο ἀναπληρώσει τὸν τόπον τῶν ἕνδεκα.
6. Ὑψηλόφρων μοναχὸς ἀντιλέγει σφοδρῶς. Ὁ δὲ ταπεινόφρων οὐδαμῶς ἀντιλέγειν ἐπίσταται.
7. Οὐχ ὑποκλίνει κυπάρισσος εἰς γῆν περιπατεῖν· οὐδὲ μοναχὸς ὑψηλοκάρδιος ὑπακοὴν κτήσασθαι.
8. Ἀνὴρ ὑψηλοκάρδιος τοῦ ἄρχειν ὀρέγεται· ἄλλως γὰρ, ὡς ἔτυχεν, ἀπολέσθαι εἰς τέλος οὐ δύναται·
9. μᾶλλον δὲ οὐ βούλεται. Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται. Τίς λοιπὸν τούτους ἐλεῆσαι δύναται; Ἀκάθαρτος παρὰ (968.) Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ τίς λοιπὸν τὸν τοιοῦτον ἀποκαθᾶραι δύναται;
10. Παίδευσις μὲν ὑπερηφάνῳ πτῶμα· σκόλοψ δὲ δαίμων· ἐγκατάλειψις δὲ ἔκτασις. Καὶ τὰ μὲν πρότερα πολλάκις καὶ ἄνθρωποι ὑπὸ τῶν ἀνθρώπων ἐθεραπεύθησαν· τὸ δὲ ἔσχατον παρ᾿ ἀνθρώποις ἀνίατον.
11. Ὁ ἀποσειόμενος ἔλεγχον, τὸ πάθος ἐσήμανεν· ὁ δὲ προσδραμὼν, τοῦ δεσμοῦ λέλυται·
12. εἰ χωρὶς ἑτέρου πάθους τις διὰ τούτου καὶ μόνου τῶν οὐρανῶν κατέπεσε, ζητητέον μήπως καὶ δίχα ἀρετῆς ἑτέρας ἐκ ταπεινώσεως εἰς οὐρανοὺς ἀναβαίνειν ἐνδέχεται.
13. Ὑπερηφανία ἐστὶ πλούτου καὶ ἱδρώτων ἀπώλεια· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πάντως, ὅτι μεθ᾿ ὑπερηφανίας· ἐκέκραξαν πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, πάντως, ὅτι τὰς αἰτίας καθ᾿ ὧν ηὔχοντο, οὐκ ἀπέκοπτον.
14. Ἀδελφὸν ὑπερηφανευόμενον γέρων γνωστικώτατος πνευματικῶς ἐνουθέτησεν, ὁ δὲ τυφλώττων φησί· Συγχώρησον, πάτερ, οὐκ εἰμὶ ὑπερήφανος. Ὁ δὲ πάνσοφος γέρων πρὸς αὐτόν· Καὶ ποίαν, φησὶ, τέκνον, ἀπόδειξιν σαφεστέραν ταύτης παρέχεις ἡμῖν τοῦ πάθους, ἀλλ᾿ ἢ τὸ εἰπεῖν· Οὐκ εἰμὶ ὑπερήφανος;
15. Πάνυ τοῖς τοιούτοις συνέρχεται ἡ ὑποταγὴ, καὶ παχυτέρα καὶ ἀτιμοτέρα διαγωγή· καὶ ἡ τῶν ὑπὲρ φύσιν τῶν πατέρων κατορθωμάτων ἀνάγνωσις· ἴσωςκἂν οὕτως ἔσται τοῖς νοσοῦσι μικρὰ σωτηρίας ἐλπίς.
16. Αἰσχύνη ἐπ᾿ ἀλλοτρίῳ κόσμῳ ἐπαίρεσθαι· ἄνοια δὲ ἐσχάτη, ἐπὶ χαρίσμασι Θεοῦ φαντάζεσθαι. Ὅσα σοι κατορθώματα πρὸ τῆς σῆς γεννήσεως γεγόνασιν, ἐπὶ τούτοις μόνοις ἐπαίρου· τὰ γὰρ μετὰ γέννησιν ὁ Θεὸς ἐδωρήσατο, ὥσπερ καὶ τὴν γέννησιν· ὅσας ἐκτὸς τοῦ νοὸς ἀρετὰς κατώρθωκας, αὗται καὶ μόναι σοῦ τυγχάνουσι· τὸν γὰρ νοῦν Θεὸς ὁ δωρησάμενος. Ὅσα ἐκτὸς τοῦ σώματος ἐπεδείξω ἔπαθλα, ἐκ σῆς σπουδῆς καὶ μόνον γεγόνασι· τὸ γὰρ σῶμα, οὐ σὸν, ἀλλὰ τοῦ Θεοῦ ποίημα·
17. μὴ θάρσει ἕως τὴν ἀπόφασιν δέξῃ, ὁρῶν ἐκεῖνον καὶ μετὰ τὴν ἐν τῷ νυμφῶνι κατάκλισιν χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξοριζόμενον·
18. μὴ ὑψαυχένει, γήϊνος ὤν· πολλοὶ γὰρ καὶ ἐξ οὐρανῶν ἐῤῥίφησαν ἅγιοι καὶ ἄϋλοι τυγχάνοντες.
19. Ὅταν χώραν ἐν τοῖς ἑαυτοῦ ἐργάταις ὁ δαίμων λήψεται· τότε ἂν τοῖς κατὰ τοὺς ὕπνους, ἢ καὶ καθ᾿ ὕπαρ ὡς ἐν σχήματι δῆθεν ἁγίου ἀγγέλου, ἢ καὶ μάρτυρός τινος ἐπιφαινόμενος, μυστηρίων αὐτοῖς ἀποκάλυψιν, ἢ χαρισμάτων δωρεὰν ἐπιδίδωσιν, ἵνα ἀπατηθέντες οἱ τάλανες τελείως τῶν φρενῶν ἐκπέσωσιν.
20. Εἰ καὶ μυρίους θανάτους ὑπὲρ Χριστοῦ ὑπομείνωμεν, οὐδὲ οὕτως τὸ δέον ἀνεπληρώσαμεν· ἄλλο γὰρ αἷμα Θεοῦ, καὶ ἕτερον αἷμα δούλων, κατὰ τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὴν οὐσίαν·
21. συζητοῦντες ἑαυτοὺς ἀεὶ, καὶ ἀνακρίνοντες πρὸς (969.) τοὺς πρὸ ἡμῶν πατέρας καὶ φωστῆρας, μὴ παυσώμεθα, καὶ τότε εὑρήσομεν ἑαυτοὺς μηδὲ ὅλως ἴχνος ἀκριβοῦς πολιτείας πατήσαντας· μηδὲ τὸ ἐπάγγελμα ὁσίως τηρήσαντας· ἀλλ᾿ ἔτι ἐν τῇ κοσμικῇ καταστάσει διατρίβοντας.
Μοναχὸς κυρίως ἐστὶν ἀμετεώριστον ὄμμα ψυχῆς, καὶ ἀκίνητος σώματος αἴσθησις.
Μοναχός ἐστιν ὁ τοὺς πολεμίους, δίκην θηρῶν, προσκαλούμενος, καὶ ἐρεθίζων ἐν τῷ φεύγειν ἀπ᾿ αὐτοῦ.
Μοναχός ἐστιν ἀδιάστατος ἔκστασις, καὶ λύπη ζωῆς.
Μοναχός ἐστιν ὁ ποιωθεὶς ταῖς ἀρεταῖς, ὡς ἄλλος ταῖς ἡδοναῖς.
Μοναχός ἐστιν ἄληκτον φῶς ἐν ὀφθαλμῷ καρδίας.
Μοναχός ἐστιν ἄβυσσος ταπεινώσεως, ἐν αὐτῇ πᾶν πνεῦμα κρημνίσας καὶ ἀποπνίξας.
22. Λήθην πταισμάτων τύφος ἐργάζεται· ἐκείνων γὰρ μνήμη ταπεινοφροσύνης πρόξενος.
23. Ὑπερηφανία ἐστὶν ἐσχάτη πενία ψυχῆς· πλοῦτον ἐν σκοτείᾳ οἰομένη οὐ μόνον προβαίνειν οὐκ ἐᾷ ἡ μιαρὰ, ἀλλὰ καὶ τοῦ ὕψους ἀποῤῥίπτει.
24. Ὑπερηφανία ἐστὶ ῥοιὰ ἔσωθεν σεσηπυῖα, ἔξωθεν δὲ τῇ ὥρᾳ ἀποστίλβουσα.
25. Μοναχὸς ὑπερήφανος οὐ δεηθήσεται δαίμονος· αὐτὸς γὰρ λοιπὸν ἑαυτῷ δαίμων καὶ πολέμιος γέγονεν·
26. ἀλλότριον μὲν τοῦ φωτὸς τὸ σκότος· ἀλλότριος δὲ καὶ ὑπερήφανος παντοίας ἀρετῆς.
27. Ἐν ὑπερηφάνων καρδίαις γεννηθήσονται βλασφημίας ῥήματα· ἐν ταπεινῶν δὲ ψυχαῖς, οὐράνια θεωρήματα.
28. Βδελύττεται ἥλιον κλέπτης, ὑπερήφανος δὲ πραεῖς ἐξουδενώσει.
29. Ἔλαθον, πῶς οὐκ οἶδα, ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι· καὶ δόξαντες ἀπαθεῖς εἶναι, τὴν οἰκείαν πενίαν ἐν ἐξόδῳ ἑωράκασιν.
30. Ὁ ταύτῃ ἁλοὺς Κυρίου δεηθήσεται· ματαία γὰρ παρ᾿ ἐκείνῳ σωτηρία ἀνθρώπων.
31. Κατείληφά που τὴν ἀκέφαλον πλανῆτιν πέλουσαν ἐν τῇ ἐμῇ καρδίᾳ, καὶ ἐπὶ τῶν ὤμων τῆςοἰκείας μητρὸς ὀχουμένην· ἃς παγιδεύσας δεσμῷ ὑπακοῆς, καὶ μάστιγι εὐτελείας μαστιγώσας, τὴν ἐν ἐμοὶ αὐτῶν εἴσοδον ἐξήταζον λέγειν· διὸ καὶ μαστιζόμεναι ἔλεγον· Ἡμεῖς ἀρχὴν οὐκ ἔχομεν, οὐδὲ γέννησιν· ἄρχουσαι γὰρ καὶ γεννήτριαι πάντων τῶν παθῶν καθεστήκαμεν· πολεμεῖ δὲ ἡμᾶς οὐ μετρίως συντριμμὸς καρδίας ἐν ὑποταγῇ τικτόμενος· ἄρχεσθαι γὰρ ὑπ᾿ οὐδενὸς σεσυνηθίκαμεν. Διὸ καὶ ἐν οὐρανοῖς ἄρχουσαι γεγονυῖαι, ἐκεῖθεν ἀπεστατήσαμεν· διὸ καὶ πάντων συλλήβδην εἰπεῖν, τῶν ἀντιπραττόντων τῇ ταπεινοφροσύνῃ, ἡμεῖς γεννήτριαι· πάντα γὰρ τὰ ἐκείνῃ συνεργοῦντα, ἡμῖν ἀντίκεινται. Πλὴν ἐν οὐρανῷ ἰσχύσαμεν, καὶ ποῦ ἀπὸ προσώπου ἡμῶν φεύξῃ; Ἡμεῖς πολλάκις ἐπ᾿ ἀτιμίαις, καὶ ὑπακοῇ, καὶ ἀοργησίᾳ, καὶ ἀμνησικακίᾳ, καὶ διακονίᾳ ἐπακολουθεῖν πεφύκαμεν·
ἡμῶν ἔκγονα πτώματα πνευματικῶν· ὀργὴ, καταλαλιὰ, πικρία, θυμὸς, κραυγὴ, βλασφημία, ὑπόκρισις, μῖσος, φθόνος, ἀντιλογία, ἰδιορυθμία, ἀπείθεια.
Ἕν ἐστι καὶ μόνον ἐν ᾧ ἐπιχειρεῖν οὐκ ἔχομεν δύναμιν· καὶ τοῦτό σοι μαστιζόμεναι λέγομεν· Ἐὰν ἑαυτὸν ἐνώπιον Κυρίου εἰλικρινῶς καταμέμψῃ, ἡμᾶς ὡς ἀράχνην λελογίσῃ.
Ἵππος μὲν γὰρ, ὡς ὁρᾷς, ὑπερηφανίας κενοδοξία, ἐφ᾿ ἣν ἐπιβέβηκα· ἡ δὲ ὁσία ταπείνωσις, καὶ (972.) αὐτομεμψία καταγελάσονται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ·
τὴν ἐπινίκιον ᾠδὴν ἐνηδόνως ᾄδουσαι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν, καὶ ἄβυσσον ταπεινώσεως.
Εἰκοστὸς τρίτος βαθμός· ὁ ἀναβεβηκὼς ἴσχυσεν, εἴπερ ἄρα καὶ ἀναβεβηκέναι δεδύνηται.

(Διὰ τὴν «ἀκέφαλον» ὑπερηφάνειαν)

Η ΥΠΕΡΗΦΑΝΕΙΑ εἶναι ἄρνησις τοῦ Θεοῦ, ἐφεύρεσις τῶν δαιμόνων, ἐξουδένωσις τῶν ἀνθρώπων, μητέρα τῆς κατακρίσεως, ἀπόγονος τῶν ἐπαίνων, ἀπόδειξις ἀκαρπίας, φυγαδευτήριο τῆς βοηθείας τοῦ Θεοῦ, πρόδρομος τῆς παραφροσύνης, πρόξενος πτώσεων, αἰτία τῆς ἐπιληψίας, πηγὴ τοῦ θυμοῦ, θύρα τῆς ὑποκρίσεως, στήριγμα τῶν δαιμόνων, φύλαξ τῶν ἁμαρτημάτων, δημιουργὸς τῆς ἀσπλαχνίας, ἄγνοια τῆς συμπαθείας, πικρὸς κριτής, ἀπάνθρωπος δικαστής, ἀντίπαλος τοῦ Θεοῦ, ρίζα τῆς βλασφημίας.
2. Ἀρχὴ τῆς ὑπερηφανείας εἶναι τὸ τέλος τῆς κενοδοξίας. Μέσον, ἡ ἐξουδένωσις τοῦ πλησίον, ἡ ἀναιδὴς φανέρωσις τῶν κόπων μας, ὁ ἐσωτερικὸς αὐτοέπαινος, τὸ μίσος τῶν ἐλέγχων. Καὶ τέλος, ἡ ἄρνησις τῆς βοηθείας τοῦ Θεοῦ, ἡ ἐξύψωσις τῆς ἰδικῆς μας ἱκανότητος, ἡ δαιμονικὴ συμπεριφορά.
3. Ἂς τὸ ἀκούσωμε ὅλοι ὅσοι θέλομε νὰ διαφύγωμε αὐτὸν τὸν βαθὺ λάκκο. Πολλὲς φορὲς τὸ πάθος αὐτὸ ἀγαπᾶ νὰ τρέφεται ἀπὸ τὶς εὐχαριστίες ποὺ ἐκφράζομε στὸν Θεόν. Διότι δὲν παρουσιάζεται τόσο ἀναιδής, ὥστε ἀπὸ τὴν ἀρχὴ νὰ μᾶς προτρέπῃ νὰ ἀρνηθοῦμε τὸν Θεόν.
4. Εἶδα ἄνθρωπο νὰ εὐχαριστῇ τὸν Θεὸν μὲ τὸ στόμα καὶ νὰ κομπάζη μὲ τὸ ἐσωτερικὸ φρόνημα. Περὶ αὐτοῦ εἶναι ἀψευδὴς μάρτυς ἐκεῖνος ὁ Φαρισαῖος ποὺ ἔλεγε στὸν Θεὸν μὲ ἀπρεπῆ καύχησι: «Ὁ Θεός, εὐχαριστῶ σοι»! (Λουκ. ιη´ 11).
5. Ὅπου συνέβη πτῶσις, ἐκεῖ κατασκήνωσε προηγουμένως ἡ ὑπερηφάνεια. Διότι τὸ δεύτερο εἶναι τὸ προμήνυμα τοῦ πρώτου.
6. Ἄκουσα κάποιον ἀξιοσέβαστο ἄνδρα νὰ λέγη: «Ὑπόθεσε ὅτι εἶναι δώδεκα τὰ πάθη τῆς ἀτιμίας. Ἐὰν ἕνα ἀπὸ αὐτά, τὴν οἴησι, τὴν ἀγαπήσης ὁλόψυχα, αὐτὴ θὰ ἀναπληρώση τὸν τόπο καὶ τῶν ὑπολοίπων ἕνδεκα».
7. Ὁ ὑψηλόφρων μοναχὸς ἀντιλέγει μὲ σφοδρότητα, ἐνῷ ὁ ταπεινόφρων δὲν γνωρίζει οὔτε νὰ βλέπη τὸν ἄλλον ἀντιπρόσωπα. Δὲν σκύβει τὸ κυπαρίσσι νὰ βαδίσῃ στὴν γῆ, οὔτε ὁ ὑψηλοκάρδιος μοναχὸς νὰ ἀποκτήσῃ ὑπακοή.
8. Ὁ ὑψηλοκάρδιος ἄνθρωπος ἐπιθυμεῖ νὰ ἄρχη. Καὶ δὲν μπορεῖ ἢ μᾶλλον δὲν θέλει νὰ ὁδηγηθῇ στὴν τελικὴ ἀπώλεια μὲ κάποιον ἄλλον τυχόντα τρόπο.
9. «Ὑπερηφάνοις Κύριος ἀντιτάσσεται» (Α´ Πέτρ. ε´ 5), καὶ ποιὸς μπορεῖ ἔπειτα νὰ τοὺς ἐλεήσῃ; «Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος» (Παροιμ. ιε´ 5), καὶ ποιὸς θὰ κατορθώση ἔπειτα νὰ καθαρίση ἕναν τέτοιο ἄνθρωπο;
10. Παίδευσις τῶν ὑπερηφάνων εἶναι ἡ πτῶσις. Σκόλοψ αὐτῶν εἶναι ὁ δαίμων. Ἐγκατάλειψίς τους ἐκ μέρους τοῦ Θεοῦ εἶναι ἡ ἀπώλεια τῶν φρενῶν. Καὶ τὰ δυὸ πρῶτα πολλὲς φορὲς ἐθεραπεύθηκαν ἀπὸ ἀνθρώπους, ἀλλὰ τὸ τελευταῖο ἀνθρωπίνως εἶναι ἀνίατο.
11. Ὅποιος ἀποκρούει τοὺς ἐλέγχους, ἐφανέρωσε ὅτι τὸ ἔχει τοῦτο τὸ πάθος, ἐνῷ ὅποιος τοὺς δέχεται, ἔχει ἐλευθερωθῆ ἀπὸ τὰ δεσμά του.
12. Ἂν ὄχι ἐξ αἰτίας ἄλλου πάθους, ἀλλὰ ἀπ᾿ αὐτὸ καὶ μόνο ἔπεσε κάποιος ἀπὸ τοὺς οὐρανούς, πρέπει νὰ ἐξετάσωμε μήπως καὶ χωρὶς καμμία ἄλλη ἀρετή, ἀλλὰ μὲ τὴν ταπείνωσι μόνο μποροῦμε νὰ ἀνεβοῦμε στοὺς οὐρανούς.
13. Ἡ ὑπερηφάνεια εἶναι ἀπώλεια τοῦ πλούτου καὶ τῶν ἱδρώτων τῶν πνευματικῶν. «Ἐκέκραξαν, καὶ οὐκ ἣν ὁ σῴζων», ἐπειδὴ ἀσφαλῶς θὰ ἔκραξαν μὲ ὑπερηφάνεια· «Πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν» (Ψαλμ. ιζ´ 42), ἐπειδὴ ἀσφαλῶς δὲν ἀπέκοπταν τὶς αἰτίες τῶν ἁμαρτιῶν κατὰ τῶν ὁποίων προσεύχονταν.
14. Ἕνας πολὺ γνωστικὸς γέρων ἐσυμβούλευσε πνευματικὰ κάποιον ὑπερήφανο ἀδελφό. Καὶ αὐτὸς τυφλωμένος τοῦ λέγει: «Συγχώρησέ με, πάτερ. Δὲν εἶμαι ὑπερήφανος». Καὶ ὁ πάνσοφος γέρων τοῦ ἀποκρίνεται: «Καὶ ποιὰ καλύτερη ἀπόδειξι θὰ μᾶς ἔδινες τοῦ πάθους σου, ἀπὸ αὐτὸ ποὺ εἶπες, τὸ «δὲν εἶμαι ὑπερήφανος»; Σὲ τέτοιους ὑπερηφάνους ἀνθρώπους προξενεῖ μεγάλη ὠφέλεια ἡ ὑποταγή, ἡ σκληρότερη καὶ ἀτιμωτικότερη διαγωγή, καθὼς καὶ ἡ ἀνάγνωσις τῶν ὑπερφυσικῶν κατορθωμάτων τῶν Πατέρων. Ἴσως ἔτσι νὰ ὑπάρξη σ᾿ αὐτοὺς τοὺς ἀσθενεῖς κάποια μικρὴ ἐλπίδα σωτηρίας.
15. Εἶναι ἐντροπὴ νὰ καμαρώνη κάποιος γιὰ τὸν ξένο στολισμό. Ὁμοίως εἶναι ἐσχάτη ἀνοησία νὰ ὑπερηφανεύεται κανεὶς γιὰ τὰ χαρίσματα τοῦ Θεοῦ. Ὅσα κατορθώματα ἐπέτυχες πρὶν γεννηθῆς, γι᾿ αὐτὰ μόνο νὰ ὑπερηφανεύεσαι, διότι τὰ μετὰ τὴν γέννησί σου τὰ ἐχάρισε ὁ Θεός, καθὼς ἐπίσης καὶ αὐτὴ τὴν γέννησι.
16. Ὅσες ἀρετὲς κατώρθωσες χωρὶς τὸν νοῦ καὶ τὴν λογική, αὐτὲς καὶ μόνο εἶναι ἰδικές σου, ἐφ᾿ ὅσον τὸν νοῦ καὶ τὴν λογικὴ σοῦ τὰ ἐδώρησε ὁ Θεός. Ὅσες νίκες ἐπέτυχες χωρὶς τὸ σῶμα σου, αὐτὲς καὶ μόνο ὀφείλονται στὴν ἰδική σου προσπάθεια, ἐφ᾿ ὅσον τὸ σῶμα δὲν εἶναι ἰδικό σου δημιούργημα, ἀλλὰ τοῦ Θεοῦ.
17. Μὴ ξεθαρρεύσης, παρὰ μόνον ὅταν δεχθῆς τὴν τελικὴ ἀπόφασι τοῦ Κριτοῦ. Καὶ νὰ παρατηρῇς ἐκεῖνο τῆς εὐαγγελικῆς παραβολῆς, ὁ ὁποῖος μετὰ τὴν ἀνάκλισί του στὸ τραπέζι τοῦ γάμου ἐδέθηκε χειροπόδαρα καὶ ὡδηγήθηκε στὸ σκότος τὸ ἐξώτερον.
18. Μὴ ἀνυψώνης τὸν αὐχένα σου, ἐνῷ εἶσαι πλασμένος ἀπὸ γῆ. Διότι πολλοὶ ἐρρίφθηκαν ἀπὸ τοὺς οὐρανούς, ἂν καὶ ἦσαν ἅγιοι καὶ ἄϋλοι.
19. Ὅταν ὁ δαίμων καταλάβη ἔδαφος στὴν ψυχὴ τῶν ὀπαδῶν του, τότε τοὺς παρουσιάζεται, ὅταν κοιμῶνται ἢ ὅταν εἶναι ξύπνιοι, ὑπὸ τὴν μορφὴν ἁγίου Ἀγγέλου ἢ Μάρτυρος καὶ τοὺς δίδει πνευματικὰ χαρίσματα ἢ τοὺς ἀποκαλύπτει διάφορα μυστήρια· μὲ τὸν σκοπὸ νὰ ἐξαπατηθοῦν οἱ ταλαίπωροι καὶ νὰ χάσουν τελείως τὰ λογικά τους.
20. Καὶ ἂν ἀκόμη εἴχαμε ὑποστῆ μυρίους θανάτους γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ, οὔτε ἔτσι θὰ ἐξεπληρώναμε τὸ χρέος μας. Διότι ἄλλο εἶναι τὸ αἷμα τοῦ Θεοῦ καὶ ἄλλο τὸ αἷμα τῶν δούλων, ὄχι βέβαια ὡς πρὸς τὴν οὐσία, ἀλλὰ ὡς πρὸς τὴν ἀξία.
21. Ἂς μὴ παύσωμε ποτὲ νὰ συζητοῦμε γιὰ τοὺς πρὸ ἡμῶν Πατέρας καὶ φωστήρας, συγκρίνοντας τοὺς ἑαυτούς μας μαζί τους. Τότε θὰ διαπιστώσωμε ὅτι δὲν ἐπατήσαμε κἂν τὸ πόδι μας στὸν δρόμο τῆς πραγματικῆς μοναχικῆς ζωῆς, καὶ ὅτι δὲν ἐφυλάξαμε ὁσίως τὶς ὑποσχέσεις μας, ἀλλ᾿ ὅτι εὑρισκόμαστε ἀκόμη στὴν κατάστασι τῶν κοσμικῶν.
22. Μοναχὸς κατ᾿ ἐξοχὴν σημαίνει ὀφθαλμὸς τῆς ψυχῆς ἀμετεώριστος καὶ σωματικὲς αἰσθήσεις ἀκινητοποιημένες. Μοναχὸς εἶναι ἐκεῖνος ποὺ προκαλεῖ ἐναντίον του τοὺς δαίμονας σὰν ἄγρια θηρία, καὶ ποὺ ἀναγκάζοντάς τους νὰ ἀπομακρύνωνται ἀπὸ κοντά του, τοὺς παροξύνει. Μοναχὸς σημαίνει ἀδιάκοπη ἔκστασις τοῦ νοῦ καὶ ἀκατάπαυστη λύπη γιὰ τὴν παροῦσα ζωή. Μοναχὸς σημαίνει ἄνθρωπος ποὺ ἔγινε ἕνα μὲ τὶς ἀρετές, ὅπως ἕνας ἄλλος ἔγινε ἕνα μὲ τὶς ἡδονές. Μοναχὸς σημαίνει ἄσβεστο φῶς στὸν ὀφθαλμὸ τῆς καρδίας. Μοναχὸς σημαίνει ἄβυσσος ταπεινώσεως ποὺ ἐγκρέμισε καὶ ἔπνιξε μέσα της κάθε πονηρὸ πνεῦμα.
23. Τὴν λήθη τῶν ἁμαρτημάτων τὴν προκαλεῖ ἡ ὑπερηφάνεια, διότι ἡ ἐνθύμησίς των προξενεῖ ταπεινοφροσύνη.
24. Ὑπερηφάνεια σημαίνει, ἐσχάτη πτωχεία μιᾶς ψυχῆς ποὺ παρουσιάζεται κατὰ φαντασίαν ὡς πλουσία, καὶ ποὺ νομίζει ὅτι ζῆ στὸ φῶς, ἐνῷ εὑρίσκεται μέσα στὸ σκοτάδι. Ὄχι μόνο δὲν ἀφίνει τούτη ἡ μιαρὰ νὰ προοδεύη κάποιος, ἀλλὰ καὶ ἀπὸ ὑψηλὰ τὸν ρίχνει κάτω.
25. Ὑπερήφανος σημαίνει ρόδι σαπισμένο ἐσωτερικῶς, ποὺ ἐξωτερικῶς γυαλίζει τὸ χρῶμα του. Ὁ ὑπερήφανος μοναχὸς δὲν χρειάζεται δαίμονα, διότι γίνεται πλέον ὁ ἴδιος δαίμων καὶ ἐχθρός του ἑαυτοῦ του.
26. Ξένο εἶναι τὸ σκοτάδι ἀπὸ τὸ φῶς. Ὁμοίως ξένος εἶναι ὁ ὑπερήφανος ἀπὸ κάθε ἀρετή. Στὶς καρδιὲς τῶν ὑπερηφάνων θὰ γεννηθοῦν λογισμοὶ βλασφημίας, ἐνῷ στὶς ψυχὲς τῶν ταπεινῶν οὐράνιες θεωρίες. Ὁ κλέπτης ἀπεχθάνεται τὸ φῶς τοῦ ἡλίου καὶ ὁ ὑπερήφανος ἐξουδενώνει τοὺς πρᾴους ἀνθρώπους.
27. Πολλοὶ ὑπερήφανοι, δὲν γνωρίζω πῶς, αὐταπατήθηκαν κι ἐνόμισαν ὅτι ἔφθασαν στὸ ὕψος τῆς ἀπαθείας. Ἀλλὰ τὴν ὥρα τοῦ θανάτου εἶδαν τὴν πτωχεία τους. Ὅποιος συνελήφθη ἀπὸ αὐτήν, δηλαδὴ τὴν ὑπερηφάνεια, μόνο στὴν βοήθεια τοῦ Κυρίου μπορεῖ νὰ ἐλπίζῃ, διότι γι᾿ αὐτὸν εἶναι μάταιο νὰ περιμένη σωτηρία ἀπὸ ἀνθρώπους.
28. Συνέλαβα κάποτε τούτη τὴν ἀκέφαλο πλάνη νὰ πλησιάζη πρὸς τὴν καρδιά μου, ἀνεβασμένη ἐπάνω στοὺς ὤμους τῆς μητέρας της.
Τὶς ἔδεσα καὶ τὶς δυό μὲ τὰ δεσμὰ τῆς ὑπακοῆς, τὶς ἐμαστίγωσα μὲ τὸ μαστίγιο τῆς εὐτελείας καὶ ἔτσι τὶς ἀνέκρινα μὲ ποιὸν τρόπο εἰσέρχονται μέσα μου. Καὶ αὐτές, καθὼς ἐμαστιγώνονταν, μοῦ ἔλεγαν:
«Ἐμεῖς δὲν ἔχομε οὔτε ἀρχὴ οὔτε γέννησι, διότι εἴμαστε ἀρχηγοὶ καὶ γεννήτορες ὅλων τῶν παθῶν. Ἐμᾶς μᾶς πολεμεῖ ὑπερβολικὰ ἡ συντριβὴ τῆς καρδίας ποὺ γεννᾶται ἀπὸ τὴν ὑποταγή. Ἐμεῖς δὲν ἀνεχόμεθα κανένα νὰ μᾶς ἐξουσιάζη. Γι᾿ αὐτὸ καὶ ὅταν ἐλάβαμε ἐξουσία στοὺς οὐρανούς, ἀπεστατήσαμε ἀπὸ ἐκεῖ.
» Ἐμεῖς μὲ ἕνα λόγο γεννοῦμε ὅλα τὰ πάθη ποὺ ἀντιστρατεύονται στὴν ταπεινοφροσύνη, διότι ὅλα ὅσα τὴν εὐνοοῦν εἶναι ἀντιμέτωπά μας. Ἀλλὰ ἀφοῦ καὶ στὸν οὐρανὸ ἐσημειώσαμε νίκη, πῶς μπορεῖς ἐσὺ νὰ μᾶς ξεφύγῃς;
» Ἐμεῖς συνηθίζουμε πολλὲς φορὲς νὰ ἐμφανιζώμεθα μετὰ ἀπὸ ἀτιμίες, ἀπὸ τὴν ὑπακοή, ἀπὸ τὴν ἀοργησία, ἀπὸ τὴν ἀμνησικακία, ἀπὸ τὴν πρόθυμη διακονία.
» Τέκνα ἰδικά μας εἶναι οἱ πτώσεις τῶν πνευματικῶν ἀνθρώπων, ἡ ὀργή, ἡ καταλαλιά, ἡ πικρία, ὁ θυμός, ἡ κραυγή, ἡ βλασφημία, ἡ ὑποκρισία, τὸ μίσος, ὁ φθόνος, ἡ ἀντιλογία, ἡ ἰδιορρυθμία, ἡ ἀπείθεια.
» Ἕνα μόνο ὑπάρχει ποὺ δὲν μποροῦμε νὰ τὸ νικήσωμε, καὶ σοῦ τὸ φανερώνουμε, ἐπειδὴ μᾶς μαστιγώνεις:
» Ἐὰν κατηγορῆς διαρκῶς τὸν ἑαυτόν σου ἐνώπιον τοῦ Κυρίου μὲ εἰλικρίνεια, θὰ μᾶς θεωρῆς ὡσὰν ἀράχνη. Ἵππος ἐπάνω στὸν ὁποῖο εἶμαι ἀνεβασμένη, ἐγὼ ἡ ὑπερηφάνεια, εἶναι, ὅπως βλέπεις, ἡ κενοδοξία. Ἡ ὁσία ὅμως ταπείνωσις καὶ ἡ αὐτομεμψία θὰ περιπαίξουν τὸν ἵππο καὶ τὸν ἀναβάτη του, ψάλλοντας μελωδικὰ τὴν ᾠδὴ τῆς νίκης: «Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν» (Ἐξοδ. ιε´ 1) καὶ εἰς ἄβυσσον ταπεινώσεως».
Βαθμὶς εἰκοστὴ δευτέρα! Ὅποιος τὴν ἀνέβηκε, ἐνίκησε· ἐὰν βεβαίως κατώρθωσε νὰ τὴν ἀνεβῆ.

Share Button