Περὶ διακρίσεως
Β (1056.) Περὶ διακρίσεως εὐδιακρίτου.95. Φῶς μὲν τῶν τοῦ σώματος πάντων ἄρθρων οἱ αἰσθητοὶ ὀφθαλμοί· φῶς δὲ νοερὸν ἀρετῶν τῶν θείων διάκρισις. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος φλεγομένη τὰ νάματα, οὕτως παρὰ μοναχοῖς ἐπιποθεῖται ἡ τοῦ θείου καὶ ἀγαθοῦ θελήματος κατάληψις· οὐ μὴν δὲ ἀλλὰ καὶ τοῦ συγκεκραμένου, ἔτι δὲ καὶ τοῦ ἐναντίου ἡ ἐπίγνωσις. Περὶ ὧν πολὺ ἡμῖν ὄντως ὁ λόγος (1057.) καὶ δυσερμήνευτος· καὶ ποῖά τε τῶν πραγμάτων, καθ᾿ ἡμᾶς ἀνυπερθέτως ὀφείλουσι γίνεσθαι· καὶ πάσης ἀναμονῆς ὀξυτέρως, κατὰ τὸν λέγοντα· Οὐαὶ ὁ ἀναβαλλόμενος ἡμέραν ἐξ ἡμέρας, καὶ καιρὸν ἐκ καιροῦ. Ποῖα δὲ πάλιν μετὰ ἐπιεικείας καὶ περισκέψεως· ὡς παραινεῖ ὁ εἰρηκώς, Μετὰ κυβερνήσεως γίνεται πόλεμος, καὶ πάλιν· Πάντα εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τῶν τυχόντων τὰ τοιάδε δυσδιάκριτα θᾶττον εὐκρινῶς διαγνῶναι, εἴπερ καὶ ὁ θεοφόρος, καὶ τὸ πνεῦμα ἐν ἑαυτῷ λαλοῦν ἔχων, τοῦτο πολλάκις φαίνεται προσευχόμενος· καὶ ποτὲ μὲν λέγων· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ποτὲ δὲ πάλιν· Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου· καὶ πάλιν· Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἀπὸ πάσης μερίμνης βιωτικῆς, καὶ πάθους τὴν ψυχήν μου ἦρα καὶ ὕψωσα. 96. Ὅσοι τὸ τοῦ Κυρίου μαθεῖνἠβουλήθησαν θέλημα, ἐν αὐτοῖς θανεῖν κεχρεωστήκασιν [al. τὸ ἑαυτὸν πρότερον θανατῶσαι]· πίστει τοίνυν καὶ ἀπονήρῳ [al. ἑαυτοὺς ἀπαρνούμενοι πίστει, etc. ]ἁπλότητι προσευξάμενοι, καὶ ψυχὰς πατέρων ἢ καὶ ἀδελφῶν ἐν ταπεινώσει καὶ ἀνενδοιάστῳ καρδίᾳ ἐρωτήσαντες, ὡς ἐκ Θεοῦ στόματος τὰ παρ᾿ αὐτῶν συμβουλευόμενα δεχέσθωσαν· εἰ καὶ ἐναντία τῷ ἑαυτῶν σκοπῷ τὰ εἰρημένα τυγχάνουσιν, εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἐρωτηθέντες καθεστήκασιν· οὐκ ἔστι γὰρ ἄδικος ὁ Θεὸς ψυχὰς πίστει καὶ ἀκακίᾳ ἑαυτὰς τῇ τοῦ πλησίον συμβουλῇ καὶ κρίσει ταπεινωσάσας ἀπατῆσαι, κἂν ἄλογοι οἱ ἐρωτηθέντες τυγχάνωσιν· ἀλλ᾿ ὁ λαλῶν ἄϋλος καὶ ἀόρατος. 97. Πολλῆς ταπεινοφροσύνης ἀνάπλεοι καθεστήκασιν, οἱ τῷ προειρημένῳ ἡμῖν ἀνενδοιάστως στοιχοῦντες κανόνι. Εἰ γὰρ ἐν ψαλτηρίῳ τὸ ἑαυτοῦ τις ἤνοιγε πρόβλημα, πόσον οἴεσθε λογικὸν νοῦν καὶ ψυχὴν νοερὰν ἀψύχου διαφέρειν ἀποφθέγματος; 98. Πολλοὶ οἱ μήπω τὸ τέλειον τοῦτο καὶ κοῦφον ἀγαθὸν τὸ προειρημένον ἐξ αὐταρεσκείας κατειληφότες· ἀλλ᾿ ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς τὸ τοῦ Κυρίου καταλαβεῖν εὐάρεστον ἐπιχειρήσαντες, ποικίλας ἡμῖν λίαν καὶ πλείστας τὰς περὶ τούτου κρίσεις ὑφηγήσαντο. Ἀπέστησάν τινες τῶν συζητητῶν πάσης προσπαθείας, τὸν ἑαυτὸν λογισμὸν ἐπὶ ταῖς ἑκατέραις βουλαῖς τῆς ψυχῆς, λέγω δὴ τῇ ἐπιχειρουμένῃ καὶ τῇ ἀντιλεγούσῃ, καὶ γυμνὸν τὸν ἑαυτὸν νοῦν οἰκείου θελήματος ἐν ζεούσῃ δεήσει ἐπὶ ῥητὰς ἡμέρας παραστήσαντες τῷ Κυρίῳ τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ ἐπέτυχον· ἢ νοὸς νοεροῦ νοερῶς τῷ ἡμετέρῳ νοῒ συλλαλήσαντος, ἢ τῆς μιᾶς ἐννοίας τελέως τῆς ψυχῆς ἐξαφανισθείσης. 99. Ἄλλοι ἐκ τῆς ἐπακολουθείσης τῷ ἐγχειρήματι θλίψεως καὶ διασκεδασμοῦ τοῦτο θεῖον εἶναι κατέλαβον κατὰ τὸν εἰπόντα· Ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἅπαξ, καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. 100. Ἕτεροι τὸ ἐναντίον πάλιν (1060.) ἐκ τῆς ἀπροσδοκήτου ἐν τῷ πράγματι συνεργίας τοῦτο Θεῷ εὐαπόδεκτον ᾔσθοντο, λέξαντες ἐκεῖνο, τὸ, Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεός. 101. Ὁ Θεὸν ἐν ἑαυτῷ διὰ φωτισμοῦ κτησάμενος, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναμένουσι πράγμασι τῷ δευτέρῳ τρόπῳ οὐ μέντοι χρόνῳ πληροφορεῖσθαι πέφυκε. 102. Τὸ ἐνδοιάζειν ἐν ταῖς κρίσεσι, καὶ ἀπληροφόρητον ἐπὶ πολὺ διαμένειν, ἀφωτίστου καὶ φιλοδόξου ψυχῆς τεκμήριον. 103. Οὐκ ἔστιν ὁ Θεὸς ἄδικος, ὡς τοῖς μετὰ ταπεινώσεως κρούουσιν ἀποκλείσασθαι· 104. ὁ σκοπὸς ἐν πᾶσι ζητεῖται παρὰ Κυρίου, καὶ ἐν τοῖς κατεπείγουσι, καὶ ἐν τοῖς ἀναβάλλεσθαι ὀφείλουσι. Πάντα γὰρ τὰ καθαρὰ προσπαθείας καὶ παντὸς μολυσμοῦ, κυρίως διὰ Κύριον, καὶ οὐ δι᾿ ἕτερόν τινα γινόμενα, εἰ καὶ οὐ πάντως ἀγαθὰ, ἀλλ᾿ ὅμως καὶ εἰς ἀγαθὸν ἡμῖν λογισθήσονται. Ἡ γὰρ ὑπὲρ ἑαυτῶν ζήτησις, οὐκ ἀκίνδυνον κέκτηται τέλος. 105. Ἄῤῥητον τὸ περὶ ἡμᾶς τοῦ Κυρίου κρῖμα. Πολλάκις γὰρ τὸ ἑαυτοῦ θέλημα οἰκονομικῶς ἐξ ἡμῶν ἀποκρύψαι βούλεται, ἐπιστάμενος, ὡς καὶ μαθόντες αὐτὸ τούτου παρηκούομεν· καὶ λοιπὸν πλείους πληγὰς ληψόμεθα. 106. Ἀπήλλακται εὐθὴς καρδία ποικιλίας πραγμάτων, ἀκινδύνως πλέουσα ἐν πλοίῳ ἀκακίας. 107. Εἰσὶν ἀνδρεῖαι ψυχαὶ ἔρωτι καὶ ταπεινότητι καρδίας ἐν ταῖς ὑπὲρ ἑαυτοὺς ἐργασίαις ἐπιχειροῦσαι· καὶ εἰσὶν ὑπερήφανοι καρδίαι τὸ αὐτὸ διαπράττουσαι. Σκοπὸς γὰρ πολλάκις τοῖς ἐχθροῖς ἡμῶν τὰ ὑπὲρ δύναμιν ἡμῖν ὑποτίθεσθαι· ἵνα δι᾿ ἐκείνων κατολιγωρήσαντες, καὶ τῶν κατὰ δύναμιν ἀποπέσωμεν, καὶ ποιήσωμεν γελοῖον τοῖς ἐχθροῖς ἡμῶν ἑαυτοὺς μέγιστον. 108. Εἶδον καὶ ἀσθενεῖς ψυχὰς καὶ σώματα διὰ πλῆθος πταισμάτων ἐν τοῖς ὑπὲρ ἑαυτὰς ἐπιχειρησάσας, καὶ μὴ ὑπενεγκάσας, αἷς ἔγωγε ποσότητι ταπεινώσεως, καὶ οὐ καμάτων, τὴν μετάνοιαν παρὰ Θεῷ ἔφρασα κρίνεσθαι. 109. Ἔστιν ὅταν ἡ ἀνατροφὴ τῶν ἐσχάτων κακῶν αἴτιος τυγχάνει· ἔστιν ὅτε καὶ ἡ συνδιαγωγή· πλὴν πολλάκις καὶ ἡ διεστραμμένη ψυχὴ αὐταρκεῖ ἑαυτῇ πρὸς ἀπώλειαν. 110. Ὁ χωρισθεὶς, τῶν δύο, καὶ τοῦ τρίτου ἴσως ἀπήλλακται. Ὁ δὲ τὸ τρίτον ἔχων, ἐν παντὶ τόπῳ ἀδόκιμος· οὐδεὶς γὰρ τόπος τοῦ οὐρανοῦ ἀσφαλέστερος. Ἐν τοῖς μὲν κακοθελῶς ἡμῖν μαχομένοις ἀπίστοις, ἢ κακοπίστοις μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παυσώμεθα. 111. Ἐν δὲ τοῖς τὴν ἀλήθειαν μαθεῖν βουλομένοις, τὸ καλὸν ποιοῦντες ἕως αἰῶνος μὴ ἐκκακῶμεν. Πλὴν καὶ πρὸς τὸν στηριγμὸν ἡμῶν τῆς καρδίας ἐν ἀμφοτέροις χρησώμεθα. Ἄλογος λίαν ὁ ὑπὲρ φύσιν ἐν τοῖς ἁγίοις ἀκούων ἀρετὰς, καὶ ἑαυτοῦ ἀπολεγόμενος. Μᾶλλον δὲ δυοῖν θάτερόν σε ἀρίστως παιδεύουσιν, ἢ πρὸς πολλὴν σεαυτοῦ ἐπίγνωσιν· καὶ τῆς ἐνούσης σοι ἀσθενείας φανέρωσιν ἐπιστρέψουσι διὰ τῆς τρισοσίου ταπεινώσεως. 112. Εἰσὶν ἀκάθαρτοι πονηρῶν πονηρότεροι δαίμονες, οἳ τὴν ἁμαρτίαν ἡμᾶς κατεργάζεσθαι μόνους οὐ συμβουλεύουσιν· ἀλλὰ κοινωνοὺς (1061.) ἡμᾶς πρὸς τὸ κακὸν, καὶ ἑτέρους ἔχειν συμβουλεύουσιν, ἵνα χαλεπωτέραν ἡμῖν τὴν κόλασιν ποιήσωσιν. Ἑώρακα συνήθειαν πονηρὰν ἐξ ἑτέρου μεμαθηκότα ἕτερον· καὶ μέντοι ὁ μὲν διδάξας εἰς συναίσθησιν ἐληλυθὼς μετανοεῖν ἤρξατο, καὶ τοῦ κακοῦ ἐπαύσατο· διὰ δὲ τῆς τοῦ μαθητοῦ ἐργασίας ἀνίσχυρος αὐτοῦ ἡ μετάνοια γέγονε. 113. Πολλὴ, ὄντως πολλὴ καὶ δυσκατάληπτος ἡ τῶν πνευμάτων πονηρία, καὶ ὀλίγοις ὁρατή· οἶμαι δὲ οὐδὲ ὀλίγοις πᾶσα. Πῶς δὲ τρυφῶντες καὶ κορεννύμενοι ἀγρυπνοῦμεν νηφόντως. νηστεύοντες δὲ καὶ ταλαιπωροῦντες τῷ ὕπνῳ ἐλεεινῶς καταφερόμεθα, ἢ ἡσυχάζοντες σκληρυνόμεθα, καὶ συνδιάγοντες κατανυσσόμεθα; Λιμώττοντες καθ᾿ ὕπνους πειραζόμεθα, καὶ ἐμφορούμενοι ἀπείραστοι διαμένομεν· ἐν ἐνδείᾳ σκοτεινοί τινες καὶ ἀκατάνυκτοι γιγνόμεθα· ἐν οἰνοποσίᾳ δὲ ἱλαροὶ καὶ εὐκατάνυκτοι; πρὸς ταῦτα ὁ δυνάμενος ἐν Κυρίῳ φωτίσει ἀφωτίστους. Ἡμεῖς γὰρ ἀφώτιστοι πρὸς τὰ τοιάδε τυγχάνομεν· πλὴν ἐκεῖνο λέγομεν, ὅτι οὐ πάντοτε ἐκ δαιμόνων ἡ τοιαύτη μεταβολὴ γίνεται. Ἀλλ᾿ ἔστιν ὅτε καὶ ἐκ τῆς συγκράσεως τῆς δοθείσης μοι ταύτης, καὶ περιδεθείσης μοι, πῶς οὐκ οἶδα, ῥυπαρᾶς καὶ λιχνώδους παχύτητος. 114. Περὶ τοῦ δυσδιακρίτου τῆς τυχούσης τῶν προειρημένων μεταπτώσεως εἰλικρινῶς καὶ ταπεινῶς τὸν Κύριον δυσωπήσωμεν· κἂν μετὰ τὴν ἱκεσίαν, καὶ τὸν ταύτης χρόνον ὡσαύτως εὕρωμεν ἐνεργοῦν τὸ γινόμενον, γνωσόμεθα ὡς οὐκ ἐκ δαιμόνων, ἀλλὰ φύσεώς ἐστι τὸ γινόμενον. Πολλάκις δὲ καὶ θεία οἰκονομία διὰ τῶν ἐναντίων εὐεργετεῖν ἡμᾶς βούλεται, διὰ πάντων τὴν οἴησιν ἡμῶν καταστέλλουσα. 115. Χαλεπὸν μὲν τὸν περὶ κριμάτων βυθὸν περιεργάζεσθαι· ἐν πλοίῳ γὰρ οἰήσεως περίεργοι πλέουσιν. 116. Ἤρετό τίς τινα τῶν βλέπειν δυναμένων, τί δήποτε γινώσκων ὁ Θεός τινων τὰ πταίσματα, τούτους χαρίσμασι καὶ τέρασι κατεκόσμησεν. Ὁ δέ φησιν· Ἵνα καὶ λοιποὺς πνευματικοὺς ἀσφαλίσηται· καὶ τὸ αὐτεξούσιον δείξῃ καὶ ἀναπολογήτους ἐν τῇ κρίσει τοὺς πεπτωκότας ποιήσῃ. 117. Ὁ μὲν νόμος ὡς ἀτελὴς, Πρόσεχε σεαυτῷ. Ὁ δὲ Κύριος ὡς ὑπερτελὴς, καὶ τὴν τοῦ ἀδελφοῦ ἡμῖν διόρθωσιν προσπεφώνηκεν εἰπών· Ἐὰν ἁμαρτήσει ὁ ἀδελφός σου, καὶ τὰ ἑξῆς. Εἰ μὲν καθαρός σου ὁ ἔλεγχος καὶ ταπεινὸς, μᾶλλον δὲ ὑπόμνησις, τὸ τοῦ Κυρίου ποιεῖν μὴ παραιτήσῃ, καὶ μάλιστα ἐν τοῖς δεχομένοις· εἰ δὲ οὔπω πέφθακας, κἂν τὴν νομικὴν ἄσκει λατρείαν. 118. Μὴ θαμβοῦ καὶ τοὺς σοὺς προσφιλεῖς ἐχθραίνοντάς σοι θεώμενος· δαιμόνων γὰρ ἐργαλεῖα οἱ κουφότεροι, καὶ μάλιστα ἐν τοῖς ἐχθροῖς αὐτῶν. 119. Θαυμάζειν μοι ἐφ᾿ ἑνὶ τῶν ἐν ἡμῖν λίαν ὑπέρχεται· πῶς τε (1064.) ἐπὶ ταῖς ἀρεταῖς Θεὸν τὸν παντοδύναμον, καὶ ἀγγέλους, καὶ ἁγίους εἰς συνεργίαν ἔχοντες, ἐπὶ δὲ τοῖς ἐναντίοις τὸν πονηρὸν, καὶ μόνον δαίμονα, εὐπρεπεστέρως καὶ ὀξυτέρως πρὸς τὰ πάθη καμπτόμεθα. Περὶ μὲν τούτου ἐγὼ εἰς ἀκρίβειαν λέγειν οὐ δύναμαι, οὐδὲ βούλομαι. 120. ὰ μὲν γεγονότα πάντα, εἰ οὕτω καθ᾿ ὃ γεγόνασι φύσεως ἔχουσι, πῶς τε εἰκών εἰμι τοῦ Θεοῦ, καὶ τῇ πηλῷ συμφύρομαι; ὥς φησιν ὁ μέγας Γρηγόριος. Εἰ δὲ ἑτέρως πώς τινα τῶν κτισθέντων παρ᾿ ὃ γέγονε καθέστηκε, πάντως τῆς ἑαυτοῦ συγγενείας ἀπλήστως ὀρέγεται; Ἐν πάσῃ τις μηχανῇ χρησάτω, ἵν᾿ οὕτως εἴπω, ὅπως ἐν τῷ θρόνῳ τοῦ Θεοῦ τὴν πηλὸν ἀνενέγκας ἐνθρονιάσῃ. Οὐκοῦν μηδεὶς πρὸς τὴν ἀνάβασιν προφασιζέσθω· ἡ γὰρ ὁδὸς καὶ ἡ θύρα ἠνέῳκται· 121. ἡ μὲν τῶν κατορθωμάτων τῶν πνευματικῶν πατέρων ἀκρόασις τὸν νοῦν καὶ τὴν ψυχὴν πρὸς ζῆλον διυπνίζουσιν· 122. ἡ δὲ διδασκαλικὴ ἀκρόασίς ἐστι σκοτίας λύχνος, πεπλανημένων ἐπάνοδος, μυωπαζόντων φωτισμός. Διακριτικός ἐστιν ὑγιείας εὑρετὴς, καὶ νόσου καθαιρέτης. 123. Κατὰ δύο τρόπους πάντες οἱ λεγόμενοι μικροθαύμαστοι τοῦτο πάσχειν πεφύκασι· ἢ ἀγνωσίας ἐσχάτης χάριν, ἢ σκοπῷ ταπεινοφροσύνης τὰ τοῦ πλησίον μεγαλύνοντες καὶ ἐπαίροντες. 124. Ἀγωνισώμεθα μὴ μόνον παλαίειν, ἀλλὰ πολεμεῖν τοὺς δαίμονας· ὁ μὲν γὰρ ποτὲ μὲν βάλλει, ποτὲ δὲ βάλλεται. Οἱ δὲ πάντοτε τὸν ἐχθρὸν διώκουσιν. 125. Ὁ νικήσας τὰ πάθη τιτρώσκει δαίμονας· τὰ πάθη μὲν ὑποκρινόμενος ἔχειν, διὰ τούτου δὲ ἀπατῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ μένων ἀπολέμητος ἐξ αὐτῶν. Ἠτιμάσθη ποτέ τις τῶν ἀδελφῶν, καὶ μηδ᾿ ὅλως κινηθεὶς τῇ καρδίᾳ, κατὰ νοῦν προσευξάμενος· εἶθ᾿ οὕτως ἀποδύρεσθαι ἐπὶ ταῖς ἀτιμίαις ἤρξατο δι᾿ ἐπιπλάστου πάθους τὴν ἑαυτοῦ ἀπάθειαν ἀποκρυψάμενος. Ἕτερος τῶν ἀδελφῶν εἰς προκαθεδρίαν ὢν εἰς ἅπαν ἀνόρεκτος, ὑπὲρ ταύτης τὸν πονοῦντα ὑπεκρίνατο. Πῶς δέ σοι φράσω τὴν ἐκείνου ἁγνείαν, τοῦ ἐν πορνείῳ τῷ δοκεῖν ἁμαρτίας ἕνεκα εἰσπηδήσαντος, τὴν δὲ πόρνην πρὸς ἄσκησιν ἀνασπάσαντος; Τίνι πάλιν τῶν ἡσυχαζόντων βότρυν τις προσκεκόμικε πρωῒ λίαν· ὁ δὲ μετὰ τὴν τοῦ προσαγηοχότος ἄφιξιν ὀξείᾳ ὁρμῇ τινι ἀνορέκτως τοῦτον βέβρωκε, τοῖς δαίμοσι γαστρίμαργον ἑαυτὸν ἐμφανίζων; ἄλλος πάλιν μικρὰ ἀπολωλεκὼς θαλλία, ἅπασαν τὴν ἡμέραν ἐποίει ἑαυτὸν ἀλγυνόμενον· πολλὴ τοῖς τοιούτοις νήψεως χρεία καθέστηκε, μήπως ἐμπαίζειν ἐπιχειρήσαντες, εἰς ἐμπαιγμὸν καταλήξωσιν. Οὗτοι γὰρ ὄντως περὶ ὧν τις ἔφησεν, Ὡς πλάνοι τυγχάνουσι καὶ ἀληθεῖς. 126. (1065.) Εἵ τις σῶμα στῆσαι βούληται ἁγνὸν τῷ Κυρίῳ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν· τούτων γὰρ χωρὶς, πᾶς κόπος ἡμῶν ἀνόνητος. 127. Ὥσπερ διάφορα τῶν ὀφθαλμῶν τὰ φῶτα, οὕτως πολλαὶ καὶ διάφοροι τοῦ νοητοῦ ἡλίου αἱ ἐν ψυχῇ γινόμεναι ἐπισκιάσεις· ἄλλη μὲν γὰρ, ἡ διὰ τῶν σωματικῶν δακρύων, καὶ ἄλλη ἡ διὰ τῶν ψυχικῶν· ἑτέρα ἡ διὰ τῶν τοῦ σώματος ὀφθαλμῶν, καὶ ἑτέρα διὰ τῶν νοερῶν· ἄλλη ἡ ἐξ ἀκοῆς λόγου, καὶ ἑτέρα ἡ ἰδιαιρέτως κινουμένη ἐν τῇ ψυχῇ ἀγαλλίασις· ἄλλη ἡ ἐξ ἡσυχίας, καὶ ἑτέρα ἡ ἐξ ὑπακοῆς. Πρὸς τούτοις πᾶσιν ἄλλη ἡ δι᾿ ἐκστάσεως τὸν νοῦν ἐν φωτὶ τῷ Χριστῷ παριστῶσα ἀῤῥήτως καὶ ἀφράστως. 128. Εἰσὶν ἀρεταὶ καὶ εἰσὶ μητέρες ἀρετῶν. Ὁ ἐχέφρων τοίνυν ἐπὶ τῇ τῶν μητέρων μᾶλλον ἀγωνίζεται κτήσει· τῶν μὲν μητέρων Θεὸς αὐτὸς ἐν ἰδίᾳ ἐνεργείᾳ διδάσκαλος· τῶν δὲ θυγατέρων πλεῖστοι. 129. Πρόσχωμεν μήπως τὴν τῆς τρυφῆς ἔνδειαν διὰ πολυυπνίας ἀναπληρῶμεν· ἔργον γὰρ ἀφρόνων τοῦτο, ὥσπερ καὶ τὸ ἔμπαλιν. 130. Εἶδον ἐργάτας κατά τινα περίστασιν μικρὸν τῇ γαστρὶ ὑποχαλάσαντας· θᾶττον δὲ οἱ ἀνδρεῖοι διὰ παννυχίου στάσεως τὴν τάλαιναν ἐβασάνισαν, καὶ τὸν κόρον τοῦ λοιποῦ μετὰ χαρᾶς ἀποστρέφεσθαι ἐπαίδευσαν. 131. Παλαίει μὲν ὁ τῆς φιλαργυρίας [δαίμων] ὀξέως τοῖς ἀκτήμοσιν· ὅταν δὲ μὴ ἰσχύσῃ, τότε λοιπὸν τοὺς πτωχοὺς εἰς ἀφορμὴν προβαλλόμενος, ὑλικοὺς πάλιν τοὺς ἀΰλους ἀνέπεισε γενέσθαι. 132. Ἀθυμοῦντες μὲν, τῆς πρὸς τὸν Πέτρον ἐντολῆς τοῦ Κυρίου ἐννοοῦντες μὴ παυσώμεθα, τοῦ συγχωρεῖν ἑβδομηκοντάκις ἑπτὰ τῷ ἁμαρτάνοντι. Ὃς γὰρ ἑτέρῳ ἐνετείλατο, πάντως καὶ αὐτὸς πολλῷ πλέον ποιήσειεν. Ἐπαιρόμενοι δὲ, τὸ σύμπαν τοῦ εἰρηκότος μὴ παυσώμεθα ἐννοούμενοι. Ὅστις τελέσει πάντα τὸν πνευματικὸν νόμον, πταίσει δὲ ἐν ἑνὶ πάθει, τοῦτ᾿ ἔστι, ἐν ὑψηλοφροσύνῃ, γέγονε πάντων ἔνοχος. 133. Εἰσί τινες πνευματικῶν πονηρῶν καὶ φθονερῶν καταστάσεις ἑκουσίως τῶν ἁγίων ὑποχωροῦσαι, ἵνα μὴ ἐπὶ τοῖς ἀνικήτοις πολέμοις πρόξενοι στεφάνων τοῖς ὀχλουμένοις γένωνται. 134. Μακάριοι μὲν οἱ εἰρηνοποιοὶ, καὶ οὐδεὶς ὁ ἀντιλέγων. Ἐγὼ δὲ ἑώρακα καὶ ἐχθροποιοὺς μακαρίους· δύο τινὲς πρὸς ἀλλήλους σχέσιν πορνικὴν ἐκέκτηντο· τῶν δὲ γνωστικωτάτων τις ἀνὴρ δοκιμώτατος, διάκονος πρὸς ἑκατέρους μίσους ἐγένετο, ἐκείνῳ μὲν, τοῦτον διαβάλλων ὡς λοιδοροῦντα αὐτόν· τούτῳ δὲ πάλιν ἐκεῖνον ὁμοίως· καὶ ἠδυνήθη ὁ σοφὸς δαιμόνων κακίαν ἀνθρωπίνῃ πανουργίᾳ διακρούσασθαι, καὶ μῖσος ἐργάσασθαι πορνείαν λῦον. 135. Ἔστιν ὁ διὰ ἐντολὴν, ἐντολὴν παρακρουόμενος. Εἶδον γὰρ κατὰ Θεὸν νέους ἑαυτοῖςπροσκειμένους· καὶ μέντοι διὰ τὴν ἑτέρων βλάβην καὶ συνείδησιν, ἀλλήλους πληροφορήσαντες, πρὸς χρόνον ἐμάκρυναν. 136. Ὡς ἐναντία γάμος καὶ ἐξόδιον, οὕτως ἀσύμφωνα ὑπερηφανία καὶ ἀπόγνωσις. Καὶ ἔστιν ἐξ ἀκαταστασίας δαιμόνων, ἀμφότερα ὁμοθυμαδὸν θεάσασθαι. 137. Εἰσί τινες τῶν ἀκαθάρτων δαιμόνων τὴν τῶν θείων Γραφῶν ἑρμηνείαν ἐν (1068.) προοιμίοις ἡμῖν ὑφηγούμενοι· τοῦτο δὲ μάλιστα φιλοῦσι ποιεῖν ἐν ταῖς τῶν κενοδόξων καρδίαις, καὶ μάλιστα τῶν τὴν ἔξω παίδευσιν ἐξησκημένων, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπατῶντες εἰς αἱρέσεις καὶ βλασφημίας καταγάγωσιν. Ἐκ τῆς ἐν τῇ ψυχῇ κατὰ τὸν καιρὸν τῆς ὑφηγήσεως, ταραχῆς καὶ χαρᾶς διακεχυμένης καὶ ἀσέμνου τὴν τῶν δαιμόνων θεολογίαν, μᾶλλον δὲ θεομαχίαν ἐπιγνωσόμεθα. 138. Τάξιν μὲν καὶ ἀρχὴν, τινὰ δὲ καὶ τέλος παρὰ τοῦ πεποιηκότος τὰ γεγονότα ἐσχήκασιν, ἡ δὲ ἀρετὴ ἀπέραντον τὸ πέρας κέκτηται· Πάσης γὰρ, φησὶν ὁ Ὑμνῳδὸς, συντελείας εἶδον πέρας· πλατεῖα δὲ καὶ ἀπέραντος ἡ ἐντολή σου σφόδρα. Εἰ πορεύσονταί τινες καλοὶ ἐργάται ἐκ δυνάμεως πρακτικῆς εἰς δύναμιν θεωρίας, καὶ ἡ ἀγάπη οὐδέποτε λήγει· καὶ Ὁ Κύριος φυλάξει τὴν εἴσοδον τοῦ φόβου σου, καὶ τὴν ἔξοδον τῆς ἀγάπης σου, οὐκοῦν ἀπέραντος τὸ ταύτης πέρας, ἐν ᾗ προκόπτοντες οὐδέποτε καταλήξομεν· οὐ κατὰ τὸν παρόντα, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα φωτὶ φῶς γνώσεως προσλαμβάνοντες· εἰ καὶ ξένον πως τοῖς πολλοῖς τὸ λεγόμενον, ὅμως κατὰ τὴν προλεχθεῖσαν ἡμῖν ἀπόδειξιν, ὦ μάκαρ, οὐδὲ γὰρ τὰς νοερὰς οὐσίας ἔγωγε ἀπροκόπους εἶναι εἴποιμι ἂν, δόξαν δὲ μᾶλλον δόξῃ ἀεὶ προσλαμβανούσας, καὶ γνῶσιν ἐπὶ γνώσει ὁρίζομαι. 139. Μὴ θαυμάσῃς εἴπερ καὶ ἀγαθὰ ἡμῖν οἱ δαίμονες πολλάκις νοήματα ὑποβάλλουσι καὶ τούτοις νοερῶς ἀντιλέγουσι· 140. σκοπὸς γὰρ τοῖς ἐχθροῖς ἡμῶν ἐν τούτῳ πεῖσαι ἡμᾶς, ὡς καὶ τὰ ἐγκάρδια ἡμῶν ἐνθυμήματα γινώσκουσι. Μὴ θέλε εἶναι πικρὸς δικαστὴς τῶν λόγῳ μεγάλα διδασκόντων, ὁρῶν αὐτοὺς τὴν πρακτικὴν ὀκνηροτέρους διακειμένους· πολλάκις γὰρ τὴν τοῦ ἔργου ἔλλειψιν ἀνεπλήρωσεν ἡ τοῦ λόγου ὠφέλεια. Οὐ πάντες πάντως πάντα ἐπίσης κεκτήμεθα· ἐν ἐνίοις μὲν γὰρ ὁ λόγος τὸ ἔργον· ἐν ἑτέροις δὲ πάλιν τὸ δεύτερον τὸ πρῶτον πλεονεκτεῖ. 141. Κακὸν μὲν ὁ Θεὸς οὔτε πεποίηκεν, οὔτε δεδημιούργηκεν. Ἠπατήθησαν δέ τινες φήσαντες φυσικὰ εἶναί τινα τῶν παθῶν ἐν ψυχῇ, ἀγνοήσαντες ὅτι τὰ συστατικὰ τῆς φύσεως ἰδιώματα ἡμεῖς εἰς πάθη μετηνέγκαμεν. Οἷον, φύσει ἐν ἡμῖν ἡ σπορὰ διὰ τὴν τεκνογονίαν, μετεποιήσαμεν δὲ ἡμεῖς αὐτὴν εἰς πορνείαν. Φύσει ὁ θυμὸς ἐν ἡμῖν κατὰ τοῦ ὄφεως, κεχρήμεθα δὲ αὐτῷ ἡμεῖς κατὰ τοῦ πλησίον. Ἐν ἡμῖν ὁ ζῆλος διὰ τὸ τὰς ἀρετὰς ζηλοῦν, ἡμεῖς δὲ ἐπὶ τῷ κακῷ ζηλοῦμεν. Φύσει τῇ ψυχῇ τὸ τῆς δόξης ἐπιθυμεῖν, ἀλλὰ τῆς ἄνω· φύσει τὸ ὑπερηφανεύεσθαι, ἀλλὰ κατὰ τῶν δαιμόνων. Ὁμοίως ἡ χαρὰ, ἀλλὰ διὰ τὸν Κύριον καὶ τὴν τοῦ πλησίον εὐπραγίαν· εἰλήφαμεν καὶ μνησικακίαν, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τῆς ψυχῆς. Εἰλήφαμεν ἔφεσιν τροφῆς, οὐ μέντοι ἀσωτίας. 142. (1069.) Ἄοκνος ψυχὴ ἐξήγειρε καθ᾿ ἑαυτῆς δαίμονας, πληθυνθέντων δὲ πολέμων, ἐπληθύνθησαν καὶ στέφανοι. Ὁ μὴ πληττόμενος ὑπὸ πολεμίων, οὐ πάντως στεφανωθήσεται. Ὁ δὲ ἐπὶ τοῖς συμβατικοῖς πτώμασι μὴ ἀποκάμνων, ὑπὸ ἀγγέλων ὡς πολεμιστὴς εὐφημηθήσεται. 143. Τρεῖς μέν τις νύκτας ἐν γῇ πεποιηκὼς ἀνεβίω εἰς ἅπαν· ὁ δὲ τρεῖς ὥρας νενικηκὼς οὐκ ἀποθανεῖται λοιπόν. Ἐὰν κατ᾿ οἰκονομικὴν παίδευσιν, μετὰ τὴν ἀνατολὴν αὐτοῦ ἐν ἡμῖν, 144. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, πάντως ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ λοιπὸν διελεύσονται πρὸς ἡμᾶς οἱ πρώην ἀναχωρήσαντες ἄγριοι σκύμνοι, καὶ πάντα τὰ θηρία τοῦ δρυμοῦ τῶν ἀκανθωδῶν παθῶν, ὠρυόμενοι ἁρπάσαι τὴν ἐν ἡμῖν ἐλπίδα, καὶ ζητοῦντες παρὰ τοῦ Θεοῦ τῶν παθῶν βρῶσιν αὐτοῖς, ἢ δι᾿ ἐννοίας, ἢ διὰ πράξεως, ἀνέτειλεν ἡμῖν διὰ σκοτεινῆς ταπεινώσεως πάλιν ὁ ἥλιος· καὶ πρὸς ἑαυτὰ τὰ θηρία συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν, ἤγουν φιληδόνους καρδίας καταστήσονται, καὶ οὐκ ἐν ἡμῖν. Τότε ἐροῦσιν ἐν τοῖς δαίμοσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν ἔλεος πάλιν· ἡμεῖς δὲ πρὸς αὐτούς· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ὑμεῖς δὲ διωκόμενοι· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, πάντως ψυχῆς γηΐνης πάσης ἐπιθυμίας ὑψωθείσης, καὶ ἥξει εἰς Αἰγυπτίαν, καρδίαν τὴν πρώην ἐσκοτισμένην, καὶ σεισθήσονται τὰ χειροποίητα εἴδωλα, καὶ ἐνθυμήματα τοῦ νοός. 145. Εἰ Χριστὸς ἀπὸ Ἡρώδου σωματικῶς φεύγει, καίπερ πάντα δυνάμενος, παιδευέσθωσαν οἱ προπετεῖς, μὴ ἑαυτοὺς τοῖς πειρασμοῖς ἐπιῤῥίπτειν· Μὴ δῴης γὰρ, φησὶν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε ἄγγελος. 146. Συμπλέκεται τῇ ἀνδρείᾳ ἡ τύφωσις, ὥσπερ ὁ λεγόμενος σμίλαξ τῇ κυπαρίσσῳ. Ἔργον ἡμῖν ἔστω ἀένναον, μὴ ψιλῇ ἐννοίᾳ λογίζεσθαι ἡμᾶς τὸ οἱονοῦν κεκτῆσθαι ἀγαθόν· ἀλλὰ τοῦτο ἀκριβῶς ἐκζητοῦν ἰδίωμα σκοπήσωμεν, εἰ ἐν ἡμῖν ἐστι. Καὶ τότε πάντως ἐλλείποντας ἑαυτοὺς νοήσομεν· ζήτει καὶ τῶν παθῶν ἀπαύστως τὰ τεκμήρια, καὶ τότε πολλὰ ἐνόντα σοι συνήσεις, ἅπερ ἐν νόσοις μὲν ὄντες διαγνῶναι οὐ δυνάμεθα, ἢ δι᾿ ἀσθένειαν, ἢ διὰ βαθεῖαν προκατάληψιν. 148. Πρόθεσιν κρίνει ὁ Θεός. Ἐν δὲ τοῖς κατὰ δύναμιν τὴν ἐργασίαν φιλανθρώπως μέντοι ζητεῖ. Μέγας ὁ μηδὲν κατὰ δύναμιν ἐλλείπων· μείζων δὲ ὁ ἐν ταπεινώσει ἐν τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῶν. 149. Πολλάκις οἱ δαίμονες τὰ κουφότερα, καὶ συμφέροντα (1072.) ἡμᾶς κωλύουσι διαπράττεσθαι, τὰ δὲ μοχθηρότερα μετελθεῖν μᾶλλον προτρέπονται. 150. Εὑρίσκω Ἰωσὴφ ἐκεῖνον δι᾿ ἀποστροφὴν ἁμαρτίας, καὶ οὐ δι᾿ ἔνδειξιν ἀπαθείας μακαριζόμενον. Ζητητέον ἡμῖν ἐν ποίαις καὶ πόσαις ἁμαρτίαις ἡ ἀποστροφὴ στέφανον κέκτηται. Ἄλλο τὸ ἀποστρέφεσθαι τὴν σκιάν· ὑψηλότερον δὲ τὸ προστρέχειν τῷ ἡλίῳ. 151. Τὸ σκοτοῦσθαι αἴτιον τοῦ προσκόπτειν· τὸ δὲ προσκόπτειν τοῦ πίπτειν· τὸ δὲ πίπτειν τοῦ θνήσκειν. Ἐξ οἴνου οἱ σκοτισθέντες, ἐνίψαντο πολλάκις ὕδατι· οἱ δὲ ἐκ παθῶν σκοτισθέντες, ἐνίψαντο δάκρυσιν. 152. Ἄλλο θόλωσις, καὶ ἄλλο ἐπίχυσις, καὶ ἕτερον τύφλωσις· καὶ τὴν μὲν προτέραν ἰάσατο ἐγκράτεια· τὴν δὲ δευτέραν ἡσυχία· τὴν δὲ τρίτην ὑπακοὴ, καὶ ὁ Θεὸς ὑπήκοος γεγονώς. 153. Ἡμεῖς ἐκ δύο τῶν τὰ κάτω καθαιρόντων προσφυῶς τὰ δύο τῶν τὰ ἄνω φρονούντων, ὡς ἐν ὑποδείγμασιν ὑπειλήφαμεν. Κναφεῖον μὲν τὸ κατὰ Κύριον κοινόβιον· τὸ τὸν ῥύπον, καὶ τὴν παχύτητα, καὶ τὴν ἀμορφίαν τῆς ψυχῆς ἀποξέον, εἰρηκότες. Βαφεῖον δ᾿ ἂν εἴη ἡ ἀναχώρησις τοῖς τὴν λαγνείαν, καὶ μνησικακίαν, καὶ θυμὸν ἀποθεμένοις, καὶ ἐξ ἐκείνου λοιπὸν πρὸς ἡσυχίαν μετερχομένοις. 154. Τινὲς τὸ τοῖς αὐτοῖς περιπίπτειν πτώμασιν ἐξ ἐλλείψεως τῆς ἁρμοζούσης, καὶ ἀντισηκούσης μετανοίας τῷ προτέρῳ φασί. Ζητητέον δὲ εἰ πᾶς ὁ μὴ πεσὼν τῷ ἑαυτῷ εἴδει, ἄρα καὶ ἀξίως μετενόησε. 155. Πεπτώκασι τοῖς αὐτοῖς τινες, ἢ τῶν προτέρων ἐν λήθης βυθῷ καταχωσθέντες, ἢ τὸν Θεὸν ἐκ φιληδονίας φιλάνθρωπον ὑπολαμβάνοντες· ἢ τῆς ἑαυτῶν σωτηρίας ἀπολεγόμενοι. Οὐκ οἶδα εἰ μήπω μέ τις καταμέμφεσθαι ἤμελλεν, ἐπεὶ ἂν εἶπον, ὅτιπερ τὸν ἐχθρὸν τοῦτον λοιπὸν δῆσαι μὴ ἰσχύοντες, τῇ τῆς συνηθείας ἰσχύϊ τυραννοῦντα αὐτούς. 156. Ἐρευνητέον πῶς ἀσώματος οὖσα ἡ ψυχὴ, τοὺς πρὸς αὐτὴν ὁμοουσίους ἐπιδημοῦντας, ὡς ἔχουσι φύσεως ὁρᾷν οὐ πέφυκε· μήπως ἄρα διὰ τὴν ζεῦξιν, ἣν ὁ δήσας μόνος ἐπίσταται; 157. Βουλομένῳ μαθεῖν φράζε δὴ, φράζε, τίς με γνωστικὸς ἐπύθετο, ποῖοι τῶν πνευμάτων ταπεινοῦν, ποῖοι δὲ ὑψοῦν ἐπὶ ταῖς ἁμαρτίαις πεφύκασι τὸν νοῦν. Κἀμοῦ πρὸς τὸ σκέμμα δυσχεράνατος, καὶ τὴν ἄγνοιαν βεβαιωσαμένου ὅρκῳ, ὁ μανθάνων ἐδίδαξεν. Ἐν ὀλίγοις, φησὶ, διακρίσεως ζύμην σοι δεδωκὼς καταλείψω ζητεῖν ἐμπόνως· ὁ τῶν σωμάτων, καὶ ὁ τῆς ὀργῆς, καὶ ὁ τῆς κοιλιομανίας· ὁ τῆς ἀκηδίας, ὁ ὕπνου οὐ πεφύκασί πωςἐπαίρειν τὸ τοῦ νοὸς κέρας. Ὁ δὲ τῆς φιλαργυρίας, φιλαρχίας τε καὶ πολυλογίας, καὶ ἕτεροι πλείους κακῷ κακὸν εἰώθασιν ἐπισυνάπτειν. Διὸ καὶ ὁ τοῦ κρίνειν, τούτοις παραπλήσιος καθέστηκεν. 158. Εἴ τις πρὸς κοσμικοὺς ἢ παρεγένετο, ἢ ἐδέξατο, καὶ ἐπὶ τῷ αὐτῶν μετὰ τὴν ὥραν ἢ ἡμέραν χωρισμῷ λύπης βέλος ἐδέξατο, καὶ μὴ μᾶλλον χαρᾶς ὡς ἐμποδίου παγίδος ἀπαλλαγεὶς, οὗτος ἢ ὑπὸ κενοδοξίας ἢ ὑπὸ πορνείας ἐμπαίζεται. 159. Τὸ πόθεν ὁ ἄνεμος πνεῖ πρὸ πάντων (1073.) ζητήσωμεν· μήπως εὑρεθῶμεν ἐναντίως τὰ ἱστία ἐκτείνοντες· 160. παρακάλει ἐξ ἀγάπης γέροντας πρακτικοὺς οἵτινες κατέτριψαν τὰ σώματα αὐτῶν ἐν ἀσκήσει, μικρὰν ἀνάπαυσιν αὐτοῖς παρεχόμενος. Ἀνάγκαζε νέους ἐγκρατεύεσθαι, οἵτινες κατέτριψαν τὰς ψυχὰς αὐτῶν ἐν ἁμαρτίαις, μνήμην κολάσεως αὐτοῖς διηγούμενος. Τῶν οὐκ ἐνδοχομένων ἐστὶν, ὅπερ ἐν ἑτέρῳ εἰρήκαμεν, εὐθέως ἐν προοιμίοις εἰς ἅπαν γαστριμαργίας καὶ κενοδοξίας ἡμᾶς καθαρεύειν· ἀλλὰ μὴ θελήσωμεν διὰ τρυφῆς τῇ κενοδοξίᾳ μάχεσθαι· ἧττα γὰρ γαστριμαργίας κενοδοξίαν, τοῖς εἰσαγωγικοῖς λέγω, ἀποτίκτει. Μᾶλλον δὲ δι᾿ ἐνδείας κατ᾿ αὐτῆς πρεσβεύσωμεν. Ἐλεύσεται γὰρ ὥρα, καὶ νῦν ἐστι τοῖς βουλομένοις, ἵνα ὑποτάξῃ Κύριος καὶ ταύτην ὑπὸ τοὺς πόδας ἡμῶν. Οὐ τοῖς αὐτοῖς οἱ νέοι καὶ οἱ γεγηρακότες προσερχόμενοι πολεμοῦνται πάθεσι. Πολλάκις γὰρ εἰς ἅπαν ἐναντίας τὰς νόσους κέκτηνται. Διὰ τοῦτο μακαρία, ἡ μακαρία ταπείνωσις, ὅτι νέοις καὶ γεγηρακόσιν ἀσφαλὴς καὶ δυνατὴ γίγνεται μετάνοια. 163. Μὴ θορυβήσω ἐν τῷ λέγειν ἔρχομαι. Σπάνιοι γὰρ, πλὴν εἰσὶ ψυχαὶ εὐθεῖς καὶ ἀπόνηροι, κακίας, καὶὑποκρίσεως, καὶ κακεντρεχείας ἀπηλλαγμέναι, αἷς πάντη ἡ τῶν ἀνθρώπων συνδιατριβὴ ἀντίκειται δυναμέναις μετὰ τοῦ ὁδηγοῦντος ἐκ τῆς ἡσυχίας, ὥσπερ ἐκ λιμένος, εἰς οὐρανὸν ἀνέρχεσθαι, καὶ τῶν κοινοβιακῶν θορύβων, καὶ σκανδάλων διαμεῖναι ἀνενδεεῖς καὶ ἀπείρατοι. 164. Λάγνους μὲν ἄνθρωποι, πονηροὺς δὲ ἄγγελοι, ὑπερηφάνους δὲ Θεὸς ἰάσασθαι πέφυκεν. 165. Εἶδος ἀγάπης πολλάκις ἴσως γέγονε καὶ τοῦτο, τὸ τῷ πλησίον καταλιμπάνειν παραβάλλοντι πρὸς ἡμᾶς ποιεῖν, καθὼς βούλεται, ἐν ἅπασιν, ἡμῶν μέντοι ἱλαρότητα πᾶσαν ἐπιδεικνυμένων, 166. ζητητέον πῶς καὶ ἕως τίνος, καὶ πότε, καὶ ἢ ἄρα ἀναλυτικὴ ἡ μεταμέλεια τῶν καλῶν, ὥσπερ τῶν κακῶν. 167. Διακρίσει πολλῇ χρησώμεθα, πότε μὲν ἵστασθαι, καὶ ἐν ποίοις, καὶ ἕως τίνος προσπαλαίειν ταῖς τῶν παθῶν ὕλαις ὀφείλομεν. Ἔστι γὰρ καὶ φυγεῖν προκρῖναι διὰ τὴν ἀσθένειαν, ἵνα μὴ ἀποθάνωμεν. 168. Ἴδωμεν καὶ φυλάξωμεν (ἴσως γὰρ καὶ ἐν καιρῷ διὰ πικρίας χολὴν κενῶσαι δυνάμεθα), ποῖοι μὲν τῶν δαιμόνων ὑψοῦσι, ποῖοι δὲ ταπεινοῦσι, καὶ ποῖοι σκληρύνουσι, ποῖοι δὲ παρακαλοῦσι, καὶ ποῖοι μὲν σκοτίζουσι, ποῖοι δὲ πάλιν φωτισμὸν ὑποκρίνονται, καὶ ποῖοι μὲν νωθροὺς, ποῖοι δὲ κακεντρεχεῖς, ποῖοι δὲ σκυθρωποὺς, καὶ ποῖοι ἱλαροὺς ἡμᾶς ἀπεργάζονται. 169. Μὴ θαμβηθῶμεν ἐν τῷ σταδίῳ ἐν προοιμίοις ἑαυτοὺς ἐμπαθεστέρους τῆς ἐν τῷ κόσμῳ ἡμῶν διαγωγῆς ὁρῶντες. Δεῖ γὰρ τὰ αἴτια πάντα κινηθῆναι. Εἶθ᾿ οὕτως τὴν ὑγείαν ἡμῖν προσγενέσθαι, εἰ καὶ τάχα που τὰ θηρία κρυπτόμενα οὐκ ἐβλέποντο. 170. Ὅτε κατά τινα σύμβασιν λοιπὸν οἱ τελειότητι πλησιάζοντες, ἔντινι ψιλῷ τοῖς δαίμοσι ἡττηθῶσι, πάσῃ μηχανῇ χρῶνται συντόμως τοῦτο ἐξ αὐτῶν ἑκατονταπλάσιον ἀφαρπάσασθαι. 171. Ὥσπερ οἱ ἄνεμοι, ποτὲ μὲν τὴν ἐπιπολὴν, διὰ τὸ γαληνὸν, ποτὲ δὲ τὸν βυθὸν τῆς θαλάσσης ταράττειν εἰώθασιν· οὕτως μοι νόει καὶ ἐπὶ τῶν σκοτεινῶν ἀνέμων, τῶν μὲν γὰρ ἐμπαθῶν αὐτὴν τὴν τῆς καρδίας αἴσθησιν ταράσσειν πεφύκασι· τῷν δὲ ἤδη προκοψάντων, τὴν ἐπιπολὴν τοῦ νοός. (1076.) Διὸ οὗτοι καὶ θᾶττον τῆς οἰκείας γαλήνης ἐπαισθάνονται, ἀμολύντου διαμεινάσης. 172. Τελείων τὸ ἐπιγνῶναι ἀεὶ ἐν τῇ ψυχῇ, ποία μὲν τοῦ συνειδότος, ποία δὲ Θεοῦ, καὶ ποία δαιμόνων ἔννοια. Οὐ γὰρ πάντα ἐναντία ἐκ προοιμίων ὑποτίθενται οἱ δαίμονες. Διὸ καὶ σκοτεινὸν ὄντως τὸ πρόβλημα. 173. Ἐν δυσὶν ὄμμασιν αἰσθητοῖς φωτίζεται τὸ σῶμα, καὶ ἐν νοητῇ, καὶ ὁρατῇ διακρίσει ὀφθαλμοὶ τῆς καρδίας λαμπρύνονται. |