αποφθεγματα πατερων

Καὶ εἰς τὰς πλατείας τῶν ὀργίλων ἢ μαχητῶν
μὴ περάσῃς, ἵνα μὴ ἐμπλησθῇ σου ἡ καρδία θυμοῦ,
καὶ κατακυριεύσῃ τῆς ψυχῆς σου τὸ τῆς πλάνης σκότος.
Ἀββᾶς Ἰσαάκ, Περὶ τάξεως ἀρχαρίων, ἔκδ. Θεοτόκη, σ. 51.

Ὅπου πίστις ἐκεῖ ἀγάπη
ὅπου ἀγάπη ἐκεῖ εἰρήνη
ὅπου εἰρήνη ἐκεῖ εὐλογία
ὅπου εὐλογία ἐκεῖ ὁ Θεός,
ὅπου ὁ Θεὸς ἐκεῖ οὐδεμία ἀνάγκη
ὅπου ὁ Θεὸς ἐκεῖ τὰ πάντα καλὰ λίαν.

Τοῦτό ἐστι τὸ καύχημα ἡμῶν, ἡ πίστις ἡμῶν. Μετὰ ταύτης Θεῷ
παραστῆναι ἐλπίζομεν καὶ τῶν ἡμαρτημένων λαβεῖν ἄφεσιν.
Ταύτης δὲ ἄνευ, οὐκ οἶδα ποία δικαιοσύνη τῆς αἰωνίου
κολάσεως ἡμᾶς λυτρώσεται. Ἅγιος Μᾶρκος Εὐγενικός

Share Button