ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΑΒΒΑΔΩΝ ΜΟΝΗΣ ΧΟΖΕΒΑ

1422344_10202610020241443_1037001581_n

Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Πηγή πρό τελικῶν διορθώσεων: π. Νεκτάριος Μαμαλοῦγκος – www.nektarios.gr
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριοw  καὶ τὸ ἑξῆς Τροπάριοn. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς ἐν σπηλαίῳ, Ὁσιομάρτυρες Χριστοῦ Χοζεβῖται, ὑπερφυὼς εὑρέθησαν ὑμῶν τὰ σπετά, λείψανα ἐκβλύζοντα ὀχετοὺς ἰαμάτων, τοῖς πιστῶς θεόφρονες προσπελάζουσι ταῦτα, καὶ τοῖς ὑμῶν τιμῶσιν εὐλαβῶς, στεῤῥοὺς ἀγῶνας καὶ θεῖα παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Εἶτα ὁ Ν΄ ψαλμός καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΧΟΖΕΒΙΤΑΙ ΠΑΤΕΡΕΣ ΡΥΣΑΣΘΕ ΜΕ ΘΛΙΨΕΩΝ. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χορείαν Πατέρων Χοζεβιτῶν, Ὁσιομάρτυρων, ἀνυμνήσωμεν ἐν χορῷ, ὡς ῥύστας ἐκ πόνων δυσφορήτων, καὶ ἐν κινδύνοις ταχεῖς ἀντιλήπτορας.
Ὁ πάντων Δεσπότης καὶ Ποιητής, κλεινοὶ Χοζεβῖται, τὴν λειψάνων ὑμῶν σορόν, επλήρωσε θείας εὐωδίας, καὶ ἰαμάτων πηγὴν ταύτην ἔδειξε.
Ζηλώσαντες ἄθλους μαρτυρικούς, χερσὶ παρανόμων, ἀνῃρέθητε ἀσκηταί, σεπτοὶ Χοζεβῖται καὶ πρὸς πόλον, ὑπὲρ ἡμῶν δυσωποῦντες ἀνήλθετε.
Θεοτοκίον.
Ἐλέησον πάντας τοὺς γηγενεῖς, τοὺς σὲ ἀνυμνοῦντας, Ἐλεοῦσα διηνεκῶς, καὶ τούτους γενέσθαι συμμετόχους, τῆς ἐν Χριστῷ κοινωνίας ἀξίωσον.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Βιοτῆς τῆς μονήρους, ὡς ἀληθῆ πρότυπα, καὶ τοῦ μαρτυρίου κανόνας, πίστει δοξάζομεν, ὑμᾶς Πατέρες κλεινοί, καὶ ἐκβοῶμεν ἀπαύστως, τοὺς ὑμᾶς γεραίροντας, ἄχθους λυτρώσασθε.
Ἰατρεύετε πάντας, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰς ζοφερὰς ἀλγηδόνας, Ὁσιομάρτυρες, οἱ ὑπ’ ἀνόμων Περσῶν, ἐν τῷ Χοῤῥὰθ τῷ χειμάῤῥῳ, τὸ ὑμῶν ἐκχύσαντες, αἷμα τὸ πάντιμον.
Τῶν ἀζύγων λαμπτῆρες, καὶ Χοζεβᾶ ἥλιοι, οἱ ἀσκήσει καὶ ἐναθλήσει, κόσμον αὐγάσαντες, τὰ τῶν ψυχῶν ἀρεταῖς, ἡμῶν πυρσεύσατε βάθη, σκότος διαλύοντες, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Ἄνευ Μῆτερ ὠδίνων, τὸν Λυτρωτὴν ἔτεκες, ὅθεν τὰς δριμεῖας ὀδύνας, τὰς πιεζούσας με, Παρθενομῆτορ Ἁγνή, ἐπισκοπῇ σου τῇ θείᾳ, δέομαί Σου δίωξον, ἵνα δοξάζω Σε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ…
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Χοζεβᾶ, Πατέρες Ὁσιόαθλοι, κοιλάδος Χοῤῥάθ, λυχνίαι τηλαυγέσταται, ταῖς ὑμῶν ἐντεύξεσι, δεινῶν συμφορῶν ἀπαλλάξατε, τοὺς ἀνυμνοῦντας ἄθλους τοὺς σεπτούς, ὑμεῖς οὕς καλῶς ἐπετελέσατε.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἰατρείας ἑκάστοτε, τὸ ὑμῶν λειψάνων ἐκβλύζει σπήλαιον, Χοζεβῖται ὁσιόαθλοι, καὶ ἐκπλύνει νοσημάτων βόρβορον.
Πεπτωκὼς ὁ πολύστηνος, εἰς τὴν ἁμαρτίαν ἐσχάτην χάρυβδιν, πρὸς ὑμᾶς Ὁσιομάρτυρες, καταφεύγω ἵνα εὕρω ἔλεος.
Ἀλεξίκακον γένοιτο, ἡ ὑμῶν ἀέναος ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, Χοζεβῖται ἀθλοφόροι ἄτρωτον.
Θεοτοκίον.
Τετρωμένον τοῖς βέλεσιν, καὶ ῥιπαῖς Παρθένε τοῦ πολεμήτορος, ἀνακούφισον καὶ σῶσόν με, ἵνα μεγαλύνω σὰ θαυμάσια.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἔχων εἰς ὑμᾶς, ἐστραμμένην τὴν ἐλπίδα μου, καθ’ ἑκάστην ἀνατείνω πρὸς ὑμᾶς, Χοζεβῖται τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Ῥύσασθε δεινῶν, Χοζεβῖται ἱερώτατοι, τοὺς προσφεύγοντας ὑμῖν πανευλαβῶς, καὶ ὑμνοῦντας τὴν σεπτὴν ὑμῶν ἐνάθλησιν.
Ἐν καιρῷ λοιμοῦ, ἀντιλήπτορας κατέχομεν, Χοζεβῖται Ὁσιόαθλοι ὑμᾶς, καὶ ἐν βίου περιστάσεσιν ἀκέστορας.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ, παναμώμητον λοχεύτριαν, ἀνυμνοῦντες οἱ ρυσθέντες διὰ Σοῦ, ἐκ τῆς πάλαι Ὑπερύμνητε κακώσεως.
Ὠδή στ’. Τὴν δέησιν.
Ῥωννύμενος, ταῖς ὑμῶν Τρισχίλιοι, Χοζεβῖται ἱκεσίαις κραυγάζω, ἐμοῦ μεσῖται ταχεῖς καὶ προστάται, ἐν τῆς ζωῆς τρικυμίαις ὑπάρχετε, ἄμα τε ἄγρυπνοι φρουροί, θαυμαστοὶ ἐν Χοῤῥὰθ Ὁσιόαθλοι.
Ὑπέκυψα, ταῖς βολαῖς τοῦ δράκοντος, τοῦ δολίου οἴμοι ὁ πολυτλήμων, καὶ μακρυνθεὶς τῆς Χριστοῦ πολιτείας, καρποὺς πικροὺς ἁμαρτίας μου γεύομαι, ἀλλ’ ἐξ αὐτῶν ὡς συμπαθεῖς, θεοφόροι κἀμὲ ἀπαλλάξατε.
Στενώσεως, καὶ ναυτίας ῥύσασθε, Χοζεβῖται τοὺς ὑμᾶς εὐφημοῦντας, ὡς τὴν ἀζύγων πορείας τὸ σκάφος, ἐν τῷ λιμένι Χριστοῦ ὁδηγήσαντες, καὶ ὡς στεῤῥοὶ κυματωγαί, τὴν βιαίαν κυμάτωσιν θραύσαντες.
Θεοτοκίον.
Ἀνήροτε, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα τὴν ζωὴν τῶν ἁπάντων, πρὸς καινοτέραν ζωὴν τοὺς Σοὺς δουλους, τοὺς ἐκτενῶς Σὲ ὑμνοῦντας ὁδήγησον, καὶ μεγαλύνοντας ἀεί, μεγαλεῖα τὰ Σὰ Θεονύμφευτε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἡ τιμία ὑμῶν τῶν λειψάνων ἀνεύρεσις, ἐν ἐσχάτοις καιροῖς χαρμονῆς ἡμᾶς ἔπλησε, Χοζεβῖται Πατέρες ἐν σπηλαίῳ ἱερῷ. Διὸ χαίροντες τὸν Λυτρωτήν, καὶ Ζωοδότην ἐκτενῶς, μεγαλύνομεν κράζοντες· δεῖξον ἡμῖν προστάτας, καὶ ῥύστας ἐν τοῖς κινδύνοις, τοὺς Χοζεβῖτας Ἰησοῦ, γεραροὺς Ὁσιομάρτυρας.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον…
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου…
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ιβ΄. 8-12):  Εἶπεν ὁ Κύριος· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων…
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός… Ἦχος πλ. β΄.
Χοζεβῖται Ἅγιοι, Ὁσιομάρτυρες θεῖοι, φοίνικες ὑψίκομοι, οἱ Χοῤῥὰθ τὴν φάραγγα ὡραΐσαντες, οἱ πιστοὶ σπεύδομεν, ταῖς ὑμῶν πρεσβείαις, καὶ ἐν πίστει ἀνακράζομεν· θλίψεως ῥύσασθε, μανίας τοῦ πλάνου ἀλάστορος, πάσης δεινῆς κακώσεως, λύμης ψυχοφθόρου αἱρετιζόντων, καὶ ἐξ ἑνεστώσης, ἀνάγκης ἐκλυτρώσασθε ταχύ, τοὺς τὴν ὑμῶν ἀναμέλποντας, πολιτείαν ἄμεμπτον.
Ὠδή ζ’. Παῖδες Ἑβραίων.
Σώσατε θεῖοι Χοζεβῖται, τοὺς ὑμᾶς εἰς τοὺς αἰῶνας εὐφημοῦντας, ὡς Χριστοῦ τοῦ Θεοῦ θεράποντας τιμίους, ἀζύγων τε ἀκρότητας, καὶ κειμήλια Μαρτύρων.
Θέλοντες εὐσεβῶς βιῶναι, ἐνῳκήσατε ἐν τῇ Χοῤῥὰθ κοιλάδι, καὶ μαρτυρίου ἄθλησιν, ὑπηνέγκατε εἰς τέλος.
Ἔμπλεον ὄντως ἰαμάτων, τὸ λείψανον ὑμῶν σπήλαιον ὑπάρχει, εὐρωστίαν ψυχῶν Πατέρες καὶ σωμάτων, παρέχον τοῖς πελάζουσι, πρὸς αὐτὸ μετ’ εὐλαβείας.
Θεοτοκίον.
Μῆτερ Θεοῦ ἠγλαϊσμένη, πρὸς τὸν εὔσπλαγχνον Υἱόν Σου καὶ Δεσπότην, τὰς ἡμῶν προσευχὰς προσάγαγε καὶ νόσων, τῇ κραταιᾷ πρεσβείᾳ Σου, ἐξελοῦ τοὺς Σοὺς ἱκέτας.
Ὠδή ζ’. Τὸν Βασιλέα.
Ἐν τοῖς ἐσχάτοις, καιροῖς σοφοὶ ἐν σπηλαίῳ, τῶν λειψάνων ἡ σορὸς ὑμῶν εὑρέθη, τοὺς προσερχομένους, πληροῦσα εὐωδίας.
Θαυμάτων ξένων, ὦ Χοζεβῖται Πατέρες, τὸ ὑμῶν λειψάνων σπήλαιον ἐδείχθη, ἰαμάτων ῥεῖθρα, παντὶ πιστῷ προχέον.
Λόγχῃ τρωθέντες, ὑπὸ Περσῶν παρανόμων, πρὸς τὴν μέλλουσαν μετέστητε πατρίδα, δυσωποῦντες θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
Ἰσχὺν καὶ ῥώμην, κατ’ ὀλεθρίων σφαλμάτων, Χοζεβῖται τὰς ὑμῶν θερμὰς πρεσβείας, ἔχομεν οἱ πόθῳ, ὑμᾶς ἀνευφημοῦντες.
Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις, Σὲ θεοδόξαστε Κόρη, μεγαλύνομεν οἱ γηγενεῖς ἀπαύστως, ὡς Θεοῦ Μητέρα, ὑπερευλογημένην.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἐν Χοζεβᾷ τῇ Λαύρᾳ, ἠσκήσατε γενναίως, καὶ μαρτυρίου τὰς τρίβους διήλθετε, κλεινοὶ Πατέρες ἁπάντων φρουροὶ ἀνύστακτοι.
Ὡς τοῦ Χοῤῤὰθ χειμάῤῥου, μυροβόλα κρίνα, ὑμᾶς τιμῶντες Πατέρες δεόμεθα, εἰρήνην πᾶσιν ἐν βίῳ ἡμῖν δωρήσασθαι.
Νῦν τοὺς ἀσπαζομένους, περιχαρῶς Πατέρες, τὰ ἱερὰ ὑμῶν λείψανα ῥύσασθε, ἐξ ἀῤῥωστίας καὶ βλάβης ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Χαρίτωσον Παρθένε, Κεχαριτωμένη, χαρὰ παντὸς τοῦ λαοῦ ἀνεκλάλητε, τοὺς ἐκζητοῦντας ἀπαύστως τὴν μεσιτείαν Σου.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Οὐ βαρβάρων ξίφος οὔτ’ ἀπειλή, τμήσεως αὐχένος, ἠδυνήθησαν ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιομάρτυρες.
Εὐωδίαν ἄῤῥητον τὰ ὑμῶν, λείψανα Πατέρες, ἀναβλύζουσι καὶ πηγαί, ἰαμάτων ταῦτα, καθίστανται τοῖς πίστει, ὑμᾶς ἀνευφημοῦσιν, ὡς σκεύη χάριτος.
Χαίρετε Πατέρες θεοειδεῖς, χαίρετε ἀστέρες, τῆς ἐρήμου φωτοειδεῖς, χαίρετε Ὁσίων, καὶ ἀσκητῶν κρηπῖδες, Ἀββάδες Χοζεβῖται, ἄνθη μυρίπνοα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…
Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ φοίνικες, ἐν τῇ ὀάσει, ὡραΐσατε τὴν ἐν χειμάῤῥῳ, τοῦ Χοῤῥὰθ Ἀββάδες θεῖοι περίοικον, τοῦ Χοζεβᾶ μυρίπνοοι ἴασμοι, οἱ ταῖς αἱμάτων ῥοαῖς ἐξανθήσαντες· ὦ τρισχίλιοι, Πατέρες Ὁσιομάρτυρες, Χριστῷ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν: Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, Ὁσιόαθλοι Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, εὐρισκομένους πιστούς, σῴζετε δεόμεθα, ταὶς ἱκεσίαις ὑμῶν, Χοζεβῖται πανόσιοι, καὶ τῆς ψυχοφθόρου, ἀθυμίας ῥύσασθε, τοὺς μελῳδοῦντας ὑμᾶς, οἷα τιμαλφεῖς μυροθήκας, τῆς τῶν μοναζόντων χορείας, καὶ Μαρτύρων μάργαρα πολύτιμα.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Share Button