Αυγ 31

08. Λόγος η΄ Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐάν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί καί χριστιανοί δυνάμεθα εἶναι, ἀλλ᾿ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν.

Ἀδελφοί καί πατέρες, εἰ ὁ τήν ἀρετήν ὑποκρινόμενος πρός ἀπάτην πολλῶν καί ἀπώλειαν, ἄθλιος ὄντως ἐστί καί παρά Θεῷ καί ἀνθρώποις κατακεκριμένος ὑπάρχει καί βδελυκτός, εὔδηλον ὅτι ὁ ἐμπάθειάν τινα, ἀπαθής ὤν, πρός σωτηρίαν πολλῶν καί ὠφέλειαν ἐν προσποιήσει κατά τούς παλαιούς πατέρας σχηματιζόμενος, ἐπαινετός καί μακάριος. Ὥσπερ γάρ ὁ διάβολος ἐν προσχήματι ὄφεως καί συμβουλῆς, τῷ δοκεῖν μέν χρηστῆς καί ἐπωφελοῦς, τῇ δέ ἀληθείᾳ θανασίμου τυγχανούσης καί τοῦ Θεοῦ και πάντων τῶν ἐν τῷ παραδείςῳ καρπῶν ἀποστερούσης τόν Διαβάστε Περισσότερα [...]
Αυγ 31

09. Λόγος θ΄ Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν,

Ἀδελφοί καί πατέρες, ἔδει μέν μή τολμᾶν με πρός ὑμᾶς ὅλως φθέγγεσθαι, μηδέ διδασκάλου τάξιν ἐπέχειν ἐνώπιον τῆς ἀγάπης ὑμῶν· ἀλλ᾿ ἐπεί περ ἐπίστασθε ὅτι, ὥσπερ τό ὑπό τοῦ τεχνίτου κατασκευασθέν ὄργανον οὐχ ὅταν ἐκεῖνο βούληται, ἀλλ᾿ ὅταν ὑπό τοῦ πνεύματος οἱ αὐλοί μέν πληρωθῶσιν, ὑπό δέ τῶν δακτύλων τοῦ τεχνίτου εὐρύθμως κρούηται, τότε καί τόν ἦχον ἀποτελεῖ καί τάς ἀκοάς τῶν πάντων ἡδυτάτου μέλους ἀποπληροῖ, οὕτω δέ καί ἐπ᾿ ἐμοί συμβαίνειν ἐννοεῖν ὑμᾶς χρή καί μή, τῇ ὀργάνου εὐτελείᾳ ἀποβλέποντας, ἀηδῶς πρός Διαβάστε Περισσότερα [...]
Αυγ 31

10. Λόγος ι΄ Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε.

Ἀδελφοί καί πατέρες, οὐχ ὁρᾶτε πῶς οἱ τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενοι, αὐτοί τε δόξαν ἡγοῦνται τοῦτο μεγάλην καί ἐναμβρύνονται ἐπί τούτῳ, καί παρά τῶν ἐν κόσμῳ ἀνθρώπων ζηλωτοί καθεστήκασιν; Εἰ οὖν φθαρτοῖς οὗτοι καί ματαίοις οὕτω διάκεινται, πόσῳ μᾶλλον ἡμεῖς ὀφείλομεν, οἱ τῷ ἐπουρανίῳ βασιλεῖ στρατευθέντες καί τήν ἐκείνου δουλείαν ἀναδεξάμενοι, χαίρειν καί εὐφραίνεσθαι ὅτι ὅλως εἰς ὑπηρεσίαν ἐκείνου καταταγῆναι κατηξιώθημεν καί εἰς λειτουργίαν τοῦ ὀνόματος αὐτοῦ προσεκλήθημεν; Εἰ δέ καί τῆς κατά πρόσωπον Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος ια΄ Περί νηστείας. Καί ὅτι οὐ χρή τό τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καί μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καί ἀσπάζεσθαι, ἀλλά τήν ἴσην καί τήν αὐτήν σπουδήν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν.

Ἀδελφοί καί πατέρες, ἔδει μέν ἡμᾶς τῇ παρελθούσῃ κυριακῇ τά νῦν μέλλοντα ῥηθήσεσθαι παρ᾿ ἡμῶν πρός τήν ὑμετέραν ἀγάπην εἰπεῖν. Ἀλλ᾿ ἐπείπερ εἰδώς ἤμην, ὅτι ἅπαν τό χριστιανικώτατον φῦλον, μοναχῶν τε φημί καί λαϊκῶν, τῇ ἁγίᾳ καί πρώτῃ ἑβδομάδι τῶν νηστειῶν ζεούσῃ τῇ προθυμίᾳ τό τῆς νηστείας καλόν ἕκαστος ἡμῶν τῶν πιστῶν ὑποδέχεται, καί πᾶς τις ἐπί τόν αὐτοῦ τράχηλον τόν ταύτης ζυγόν ἐπιτίθησιν ἑκόντι, καί οὐδείς ἐστιν, οὐδέ τῶν λίαν ἀπεγνωκότων τῆς ἑαυτῶν σωτηρίας καί ἐν ἀφοβίᾳ καί καταφρονήσει Θεοῦ πολιτευομένων, Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος ιβ΄ Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τούς ἀγωνιζομένους ἐν ἀληθείᾳ.

Ἀδελφοί καί πατέρες, ἐγώ μέν καί τῇ ψυχῇ καί τῷ σώματι ἐκ πλημμελοῦς καί ῥᾳθύμου προαιρέσεώς τε καί διαθέσεως ἀεί ἀσθενῶν, σιωπᾶν ἐβουλόμην καί μόνα τά κατ᾿ ἑμαυτόν ἐπισκέπτεσθαι, ἕως ἄν μοι τά τοῦ χείρονος ἡττήθη καί τῷ κρείττονι λογισμῷ καθυπετάγη καί ὅλως ἀπήλαυσα τῆς εἰρήνης τοῦ πνεύματος, ἐλευθερωθείς τῆς ὀχλήσεως τοῦ χοϊκοῦ καί γεώδους φρονήματος καί εἰσελθών εἰς τόν λιμένα τῆς μακαρίας ἡμῶν ἀναπαύσεως. Ἀλλ᾿ ἐπεί εἰς κεφαλήν τοῦ σώματος ὑμῶν τοῦ ἁγίου παρ᾿ ὑμῶν ἐξελέγην, ἀνάγκη μοί ἐστι τοῦ παρακαλεῖν Διαβάστε Περισσότερα [...]