Αυγ 31

01. Λόγος α΄ Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον.

Ἀδελφοί και πατέρες, θέλω πρός ὑμᾶς λαλεῖν τά συντείνοντα πρός ὠφέλειαν ψυχῆς καί αἰδοῦμαι, μάρτυς μου ὁ Χριστός ἡ ἀλήθεια, τήν ἀγάπην ὑμῶν, γινώσκων μου τό ἀνάξιον. Διά τοῦτο γάρ ἀεί σιωπᾶν ἐβουλόμην, ὡς οἶδεν ὁ Κύριος, καί μηδέ ἀνανεύειν τό σύνολον καί πρόσωπον ἀνθρώπου ὁρᾶν, κατακρίνουσαν ἔχων μου τήν συνείδησιν, ὅτι κατετάγην ὅλως ἐγώ προηγεῖσθαι πάντων ὑμῶν ἀναξίως, ὡς τήν ὁδόν ἐπιστάμενος, ὁ μηδέ τά ἐν ποσίν εἰδώς, μηδέ ἀψάμενος ἀκμήν τῆς φερούσης ὁδοῦ πρός τόν Θεόν. Τοίνυν καί λύπη με διά τοῦτο οὐ μικρά καί ἡ τυχοῦσα Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος β΄ Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τούς λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι.

Ἀδελφοί καί πατέρες, πᾶς ὅστις εὑρεῖν βούλεται τόν Θεόν, ἀπαρνησάσθω ἑαυτόν καί τῆς ἰδίας μή φεισάσθω ψυχῆς, ἀλλ᾿ ἔχθραν θήτω ἀναμέσον αὐτοῦ καί ἀναμέσον πάντων τῶν κατά σάρκα περιπατούντων. Μή ἐπιστραφήτω τινός τούτων τοῖς δῆθεν παρακλητικοῖς λόγοις καί μή καθίσῃ μετ᾿ αὐτῶν ἐν καθέδρᾳ, μηδέ ὁμιλείτω ὁμιλίας κακάς, δι᾿ ὧν ἡ ψυχή φαρμακεύεται καί ἀναγκάζεται τοῖς προτέροις ἐνδιατρίβειν πονηροῖς λογισμοῖς τε καί ἐνθυμήμασιν. Ἄνθρωπε, φοβήθητι τό μετά ἀγκίστρου δέλεαρ καί ἄκουσόν μου καί μακράν γενοῦ ἐξ αὐτῶν. Μή πάλιν Διαβάστε Περισσότερα [...]
Αυγ 31

Λόγος γ΄ Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων.

Ἀδελφοί καί πατέρες, ἀναμνησθέντες τῶν τοῦ Θεοῦ προσταγμάτων οὕτω λεγόντων· “Μή κρίνετε καί οὐ μή κριθῆτε”, τούς ἀλλοτρίους βίους μηδαμῶς περιεργάζεσθε, ἅ δέ μᾶλλον λέγουσιν ἡμῖν οἱ ἱερεῖς ποιεῖν ποιεῖτε, κατά δέ τά ἔργα αὐτῶν μή ποιεῖτε, ὡς ἀκηκόατε. Διό πείσθητέ μοι ὡς δοῦλοι Χριστοῦ, τῷ ἀναξίῳ, καί τήν ἐμήν ὀλιγοψυχίαν ῥᾳθυμίαν ἐάσαντες, φροντίσατε, παρακαλῶ, τῶν ψυχῶν ὑμῶν καί ἀόκνως τάς ἐντολάς τοῦ Θεοῦ ποιεῖν σπεύσατε· καί κατ᾿ ἐμοῦ τοῦ ταπεινοῦ μή γογγίζετε, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ ἐξεργεθέντες τό μεσονύκτιον, Διαβάστε Περισσότερα [...]
Αυγ 31

. Λόγος δ΄ Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά.

Ἐπειδήπερ, πατέρες καί ἀδελφοί, τοῦ ἁγίου πατρός ἡμῶν Συμεών τοῦ Στουδιώτου τά θεόπνευστα τῶν ὑψηλῶν αὐτοῦ πράξεων ἀναγινώσκετε συγγράμματα, ἅπερ ἐκεῖνος εἰς πολλῶν ὠφέλειαν ἐξέθετο θείῳ κινούμενος Πνεύματι, μετά τῶν ἄλλων αὐτοῦ ὑπερφυῶν κατορθωμάτων καί τοῦτο ῥητῶς οὕτως, καθώς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἐκεῖνος ἀπαραβάτως ἐφύλαξεν, ἔγραψε καί ἐδίδαξε λέγων· “Ἀδελφέ, ἄνευ δακρύων μή κοινωνήσῃ ποτέ”. Τοῦτο οἱ ἀκροαταί ἀκούσαντες – πολλοί γάρ παρῆσαν οὐ μόνον λαϊκοί, ἀλλά καί μοναχοί τῶν ὀνομαστῶν καί περιδόξων Διαβάστε Περισσότερα [...]
Αυγ 31

7. Λόγος ζ΄ Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ᾿ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς.

Ἀδελφοί καί πατέρες, ὡς ὤφελόν γε ἀεί σιωπᾶν, ἠδυνάμην καί τά ἐμαυτοῦ κακά ἀποκλαίεσθαι καί μηδέποτε διδασκάλου ἔργῳ ἐπιχειρεῖν ἤ κατηχεῖν τήν ὑμετέραν ἀγάπην ἤ κἄν ὅλως ἄλλοις ὑποδεικνύειν τάς τῆς σωτηρίας ὁδούς, οὐχ ὡς ἐναντίου ὄντος τοῦ πράγματος τῇ τοῦ Θεοῦ ἐντολῇ, μᾶλλον μέν οὖν καί εὐπροσδέκτου ὑπάρχοντος αὐτῷ, ἀλλ᾿ ὅμως ἐμοῦ ἀναξίου τυγχάνοντος τοῦ τοιούτου πνευματικοῦ ἐγχειρήματος, διό καί δέδοικα, ὁ ταπεινός, μή καί ἐπ᾿ ἐμοί τό Δαυιτικόν ἐκεῖνο προσφορώτατα λεχθήσεται ῥῆμα· “Τῷ δέ ἁμαρτωλῷ εἶπεν Διαβάστε Περισσότερα [...]